Ancient Greek
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 16 [ΙΙΙ 19]. Πιθακ〈ν〉ίων Εὐστάχυϊ.
Not analysed yet
Κοινωνικὸς ὢν καὶ φιλέταιρος ὄναιο σαυτοῦ καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων, Εὔσταχυ. ἐγὼ δὲ τὸν κλῶπα φωράσας, ἐφʼ ᾧ πάλαι ἤσχαλλον τὴν ἐχέτλην ὑφελομένῳ καὶ δύο δρεπάνας, ἔχω παρʼ ἐμαυτῷ τοὺς κωμήτας ἀναμένων ἐπικούρους. νῦν γὰρ οὐκ ἐδοκί- μαζον ἀσθενέστερος ὢν καὶ μόνος τὼ χεῖρε ἐπιβάλλειν αὐτῷ. ὁ μὲν γὰρ δριμύ βλέπει καὶ τοξοποιεῖ τὰς ὀφρῦς καὶ σφριγῶντας ἔχει τούς ὤμους καὶ ἁδρὰν τὴν ἐπι- γουνίδα φαίνει· ἐγὼ δὲ ὑπὸ τῶν πόνων καὶ τῆς δι- κέλλης κατέσκληκα, καὶ τύλους μὲν ἐν ταῖς χερσὶν ἔχω, λεπτότερον δέ μοι τὸ δέρμα λεβηρίδος. ἡ μὲν οὖν γυνὴ καὶ τὰ παιδία εἰς σοῦ βαδιοῦνται καὶ τῆς εὐωχίας μεθέξουσιν, ὁ δὲ σύργαστρος μαλακῶς ἔχει τὰ νῦν. ἐγὼ δὲ καὶ ἡ κύων τὸν μιαρὸν οἴκοι φυλάξομεν.