Ancient Greek
LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.
Alciphron, Epistulae 16 [I 13]. Aὐχέτιος Ἀρμενίῳ.
Not analysed yet
Εἰ μέν τι δύνασαι συμπράττειν, καὶ δῆτα λέγε πρός με, οὐ πρὸς ἑτέρους ἔκπυστα ποιῶν τἀμά· εἰ δὲ μηδὲν οἷός τε εἶ ὠφελεῖν, γενοῦ μοι τὰ νῦν Ἀρεοπαγίτου στεγανώτερος. ἐγὼ δέ, ὅπη ποτὲ τἀμά, σοι διηγήσο- μαι. ἔρως με οὐκ ἐῷ παρεμπεσὼν ὑπὸ τοῦ λογισμοῦ κυβερνᾶσθαι, ἀλλὰ τὸ νῆφον ἐν ἐμοὶ συνεχῶς ὑπὸ τοῦ πάθους βυθίζεται. πόθεν γάρ ποτε εἰς ἁλιέα δύστηνον ἀγαπητῶς τὴν ἀναγκαίαν ἐκπορίζοντα δια- τροφὴν ἔρως ἐνέσκηψε καὶ ἐντακεὶς οὐκ ἀνίησιν, ἀλλʼ ἴσα τοῖς πλουσίοις καὶ ὡρικοῖς νεανίσκοις φλέγομαι; καὶ ὅ ποτε γελῶν τοὺς ἐκ τρυφῆς πάθει δουλεύοντας ὅλος εἰμὶ τοῦ πάθους, καὶ γαμησείω νῦν καὶ τὸν Ὑμέναιον ἐκφαντάζομαι τὸν παῖδα τῆς Τερψιχόρης. ἔστι δὲ ἡ παῖς ἧς ἐρῶ τὸ τῶν μετοίκων θυγάτριον τῶν ἐξ Ερμιόνης οὐκ οἶδʼ ὅπως εἰς Πειραιᾶ φθαρέν- των. ἄλλην μὲν οὖν δοῦναι προῖκα οὐκ ἔχω· ἐμαυτὸν δὲ δείξας οἷός εἰμι θαλαττουργός, εἰ μὴ μαίνοιτο ὁ ταύτης πατήρ, οἶμαι παρέξειν ἐπιτήδειον νυμφίον.