# Epistulae 16 [III 52]. Ἀκρατολύμας Χωνοκράτει.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/16%20%5BIII%2052%5D.%20%E1%BC%88%CE%BA%CF%81%CE%B1%CF%84%CE%BF%CE%BB%CF%8D%CE%BC%CE%B1%CF%82%20%CE%A7%CF%89%CE%BD%CE%BF%CE%BA%CF%81%CE%AC%CF%84%CE%B5%CE%B9.

Οὔ μοι μέλει· ποιούντων ὅσα καὶ βούλονται 〈οἱ〉 ῥιψοκίνδυνοι Γρόνθων καὶ Σαρδανάπαλλος· ἐμὲ γὰρ κοινωνῆσαι τῆς ἀτόπου πράξεως ἀδύνατον, οὐδ᾿ εἰ μάντευμά μοι ἐκ τῆς Δωδωναίας δρυὸς ἐπιτρέποι τὸ δρᾶμα. [ὥς ἐστιν ἐργάζεσθαι χρηστόν· φύεται γὰρ σπα- νίως καὶ ἐν παισὶ τὸ χρηστὸν καὶ πιστὸν ἦθος καὶ ὑγιές· πάντως οὖν ἀφεκτέον.] ὑποπειρῶσι γὰρ τὴν παλλακὴν τοῦ τῆς οἰκίας δεσπότου, καὶ ἤδη αὐτοῖς ἡ πρᾶξις εἰς τὴν ἀκμὴν προκεχώρηκε. καὶ οὐκ ἀρκοῦνται τῆ τῶν ἀφροδισίων ἀθέσμῳ πλησμονῇ, ἀλλὰ γὰρ 〈καὶ〉 τὰ ἐκ τῆς οἰκίας σκεύη καθ᾿ ἓν ἐκλαμβάνουσι. καὶ ἴσως μὲν ἄχρι τινὸς λήσεται τοὖργον πραττόμενον, πάντως δέ ποτε ἢ λάλος γείτων ἢ ψιθυρὸς οἰκέτης ἀγορεύσει τὸ πρᾶγμα εἰς τοὐμφανές, καὶ ἀνάγκη μετὰ πῦρ καὶ σίδηρον καὶ τὰς ἄλλας βασάνους τέλος αὐτοῖς γενέσθαι τῆς ἡδονῆς τὸ κώνειον ἢ τὸ βάραθρον. ἀφει- δῶς γὰρ χρώμενοι τῷ τολμήματι ἰσόρροπον τῇ πράξει τὴν τιμωρίαν ἐκτίσουσιν.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
