# Epistulae 17 [III 53]. Λοπαδίωυ Εὐκνίσσῳ

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/17%20%5BIII%2053%5D.%20%CE%9B%CE%BF%CF%80%CE%B1%CE%B4%CE%AF%CF%89%CF%85%20%CE%95%E1%BD%90%CE%BA%CE%BD%CE%AF%CF%83%CF%83%E1%BF%B3

Χθὲς Καρίωνος περὶ τὸ φρέαρ ἀσχολουμένου εἰσέ- φρησα εἰς τοὐπτάνιον· ἔπειτα εὑρὼν λοπάδα εὖ μάλα κεκαρυκευμένην καὶ ἀλεκτρυόνα ὀπτὸν καὶ χύτραν μεμ- βράδος ἔχουσαν καὶ ἀφύας Μεγαρικὰς ἐξήρπασα, καὶ ἀποπηδήσας, ποῖ καταχθείην ἐζήτουν καὶ εὐκαίρως ἐμ- φάγοιμι μόνος. ἀπορίᾳ δὲ τόπου δρομὼν ἐπὶ τὴν Ποικίλην — καὶ γὰρ οὐκ ἠνώχλει ταύτην οὐδὲ εἷς τῶν ἀδολέσχων τουτωνὶ φιλοσόφων — κεῖθι τῶν πόνων ἀπέλαυον. ἀνανεύσας δὲ τῆς λοπάδος ὁρῶ προσιόντας τῶν ἀπὸ τῆς τηλίας τινὰς νεανίσκων, καὶ δείσας τὰ μὲν βρώματα ὄπισθεν ἀπεθέμην, αὐτὸς δὲ εἰς τοὔδαφος ἐκείμην κρύπτων τὰ κλέμματα εὐχόμενός τε τοῖς Ἀπο- τροπαίοις τὸ νέφος παρελθεῖν, χόνδρους ὑποσχόμενος λιβανωτοῦ ἱκανούς, οὓς οἴκοι ἀναλεξάμενος τῶν ἱερῶν ἔχω εὖ μάλα εὐρωτιῶντας. καὶ οὐκ ἠστόχησα· οἱ θεοὶ γὰρ αὐτοὺς ἄλλην ὁδὸν ἔτρεψαν. κἀγὼ σπουδῇ κατα- βροχθίσας πάνθ᾿ ὅσα ἐνέκειτο τοῖς σκεύεσι, φίλῳ παν- δοκεῖ τὴν χύτραν καὶ τὸ λοπάδιον, τὰ λείψανα τῶν κλεμμάτων, χάρισμα δοὺς ἔχειν ἀπεχώρησα, ἐπιεικής τις καὶ δεξιὸς ἐκ τῶν δωρημάτων ἀναφανείς.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
