# Epistulae 18 [III 21]. Εὐυάπη Γλαύκῃ.

Alciphron, Epistulae, LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/18%20%5BIII%2021%5D.%20%CE%95%E1%BD%90%CF%85%CE%AC%CF%80%CE%B7%20%CE%93%CE%BB%CE%B1%CF%8D%CE%BA%E1%BF%83.

Ὁ μὲν ἀνὴρ ἀπόδημός ἐστί μοι τρίτην ταύτην ἡμέραν ἔχων ἐν ἄστει, ὁ δὲ θητεύων παρʼ ἡμῖν Παρ- μένων ζημία καθαρά, ῥάθυμος ἄνθρωπος καὶ τὰ πολλὰ καταπίπτων εἰς ὕπνον. ὁ δὲ λύκος ἀργαλέος πάροικος βλέπων φονῶδές τι καὶ αἱμοβόρον· Χιόνην γὰρ τὴν καλλιστεύουσαν τῶν αἰγῶν ἐκ τοῦ φελλέως ἁρπάσας οἴχεται καὶ ὁ μὲν δειπνεῖ ἀγαθὴν αἶγα καὶ εὐγάλακτον, ἐγὼ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἀπολείβω. πέπυσται δὲ τούτων οὐδὲν ὁ ἀνήρ· εἰ δὲ μάθοι, κρεμήσεται μὲν ἐκ τῆς πλησίον πίτυος ὁ μισθωτός, αὐτὸς δὲ οὐ πρό- τερον ἀνήσει πάντα μηχανώμενος, πρὶν τὰς παρὰ τοῦ λύκου δίκας εἰσπράξασθαι.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
