# Epistulae 19 [III 55]. Αὐτόκλητος Ἑτοιμαρίστῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/19%20%5BIII%2055%5D.%20%CE%91%E1%BD%90%CF%84%CF%8C%CE%BA%CE%BB%CE%B7%CF%84%CE%BF%CF%82%20%E1%BC%99%CF%84%CE%BF%CE%B9%CE%BC%CE%B1%CF%81%CE%AF%CF%83%CF%84%E1%BF%B3.

Ὀλίγα ἢ οὐδὲν διαφέρουσι ἰδιωτῶν οἱ σεμνοὶ καὶ τὸ καλὸν καὶ τὴν ἀρετὴν ἐξυμνοῦντες· τούτους λέγω τοὺς ἐργολαβοῦντας τὰ μειράκια. οἷον γὰρ οἷον ἔλαθέ σε συμπόσιον Σκαμ〈β〉ωνίδου γενέσια τῆς θυγα- τρὸς ἑορτάζοντος. καλέσας γὰρ ἔναγχος οὐκ ὀλίγους τῶν προὔχειν δοκούντων Ἀθήνησι πλούτῳ καὶ γένει, ᾠήθη δεῖν καὶ τοῖς φιλοσοφοῦσι κοσμῆσαι τὴν εὐωχίαν. παρῆν οὖν ἐν πρώτοις Ἐτεοκλῆς ὁ στωικὸς οὗτος, ὁ πρεσβύτης, ὁ κουρ[ε]ιῶν τὸ γένειον, ὁ ῥυπαρός, ὁ τὴν κεφαλὴν αὐχμηρός, ὁ ῥυσ[σ]ότερον τῶν βαλαντίων ἔχων τὸ πρόσωπον. παρῆν δὲ καὶ Θεμισταγόρας ὁ ἐκ τοῦ περιπάτου, ἀνὴρ οὐκ ἄχαρις ὀφθῆναι, οὔλῃ τῇ γένυϊ λαμπρυνόμενος. ἦν δὲ καὶ ὁ Ἐπικούρειος Ζηνοκράτης, οὐκ ἀτημέλητος τούς κικίννους καὶ ἐπὶ βαθεῖ τῷ πώ- γωνι σεμνυνόμενος, ὅ τε ἀοίδιμος — τοῦτο γὰρ πρὸς ἁπάντων ἐκέκλητο — Ἀρχίβιος ὁ Πυθαγορικός, ὦχρον ἐπὶ τοῦ προσώπου πολὺν ἐπιβεβλημένος, πλοκάμους ἀπʼ ἄκρας τῆς κεφαλῆς ἄχρι στέρνων αὐτῶν ἀπαιωρῶν, ὀξὺ καὶ ἐπίμηκες τὸ γένειον καθεικώς, τὴν ῥῖνα ἐπι- παμπής, τὸ στόμα ἐπιχειλής, αὐτῷ τῷ πεπιέσθαι καὶ λίαν μεμυκέναι τὴν ἐχεμυθίαν ὑποσημαίνων. ἐξαίφνης δὲ καὶ Παγκράτης ὁ κύων ῥύμῃ τοὺς πολλοὺς παρω- σάμενος εἰσήρρησε, στελέχῳ πρινίνῳ ἐπερειδόμενος, ἦν γὰρ ἀντὶ τοῦ πυκνώματος τῶν ὄζων χαλκοῖς τισιν ἥλοις ἐμπεπαρμένην ἔχων βακτηρίαν, καὶ τὴν πήραν διάκενον καὶ πρὸς τὰ λείψανα ἐντόνως ἠρτημένην. οἱ μὲν οὖν ἄλλοι ἀπʼ ἀρχῆς εἰς τέλος παραπλησίαν τινὰ καὶ τὴν αὐτὴν εἶχον τῆς ἑστιάσεως ἀκολουθίαν, οἱ φιλόσοφοι δέ, προϊόντος τοῦ συμποσίου καὶ τῆς φιλοτησίας συνεχῶς περισοβουμένης, ἄλλος ἄλλην τε- ρατείαν ἐπεδείξαντο. Ἐτεοκλῆς μὲν γὰρ ὁ στωϊκὸς ὑπὸ γήρως καὶ πλησμονῆς ἐκτάδην κείμενος ἔ〈ρ〉 ρεγχεν· ὁ Πυθαγόρειος δὲ τὴν σιωπὴν λύσας τῶν χρυσῶν ἐπῶν τινα κατὰ μουσικὴν ἁρμονίαν ἐτερέτιζεν. ὁ βέλτιστος δὲ Θεμισταγόρας, ἅτε τὴν εὐδαιμονίαν κατὰ τὸν τοῦ περιπάτου λόγον οὐ ψυχῇ καὶ σώματι μόνον ἀλλά καὶ τοῖς ἐκτὸς ὁριζόμενος, ἀπῄτει πλείονα πέμματα καὶ ποικιλίαν τῶν ὄψων δαψιλῆ. Ζηνοκράτης δὲ ὁ Ἐπι- κούρειος τὴν ψάλτριαν ὡς αὐτὸν ἐνηγκαλίζετο τακερὸν καὶ ὑγρὸν προσβλέπων ὑπομεμυκόσι τοῖς ὄμμασι, λέγων τοῦτο εἶναι τὸ τῆς σαρκὸς ἀόχλητον καὶ τὴν καταπύκ- νωσιν τοῦ ἡδομένου. ὁ κύων δὲ πρῶτα μὲν οὔρει κατὰ τὴν κυνικὴν ἀδιαφορίαν εἰς σύρμα χαλάσας καὶ καθεὶς τὸ τριβώνιον, ἔπειτα καὶ Δωρίδα τὴν μουσουρ- γὸν οἷος ἦν ἐν ὀφθαλμοῖς ἁπάντων [ὁρώντων] ἐνεργεῖν, φάσκων ἀρχὴν γενέσεως εἶναι τὴν φύσιν· ὥστε ἡμῶν τῶν παρασίτων οὐδεὶς ἔτι λόγος· τὸ γὰρ θέαμα καὶ τὴν θυμηδίαν παρεῖχεν οὐδεὶς τῶν εἰς τοῦτο κεκλη- [ρω]μένων, καίτοι γε καὶ Φοιβυάδης ὁ κιθαρῳδὸς καὶ μῖμοι γελοίων οἱ περὶ Σαννυρίωνα καὶ Φιλιστί[α]δην οὐκ ἀπελείποντο. ἀλλά πάντα φροῦδα καὶ οὐκ ἀξιό- χρεα, εὐδοκίμει δὲ μόνος ὁ τῶν σοφιστῶν λῆρος.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
