Ancient Greek
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 2 [ΙΙΙ 5]. Τρεχέδειπνος Μαυδυλοκολάπτῃ.
Not analysed yet
Χθὲς δείλης ὀψίας Γοργίας ὁ Ἐτεοβουτάδης συμ- βαλών μοι κατὰ τύχην χρηστῶς ἠσπάσατο καὶ κατε- μέμφετο ὅτι μὴ θαμίζοιμι παρ᾿ αὐτόν. καὶ μικρὰ προσ- παίξας ‘ἴθι πρὸς Διός’· εἶπεν ‘ὦ βέλτιστε, καὶ μετὰ βραχὺ λουσάμενος ἧκε Ἀηδόνιον ἡμῖν τὴν ἑταίραν ἄγων. ἔστι δέ μοι συνήθης ἐπιεικῶς καὶ μένει, πάν- τως οὐκ ἀγνοεῖς, μικρὸν ἄπωθεν τοῦ Λεωκορίου· δεῖπνον [τε] ἡμῖν ηὐτρέπισται γεννικὸν ἰχθὺς τεμαχί- της καὶ σταμνία τοῦ Μενδησίου νέκταρος, εἴποι τις ἄν, πεπληρωμένα. ᾿καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο· ἐγὼ δὲ παρὰ τὴν Ἀηδόνιον δραμὼν καὶ φράσας παῤ ὅτου καλοῖτο, ἐδέησα κινδύνῳ περιπεσεῖν. ἀγνώμονος γὰρ, ὡς ἔοικε, πειραθεῖσα τοῦ Γοργίου καὶ μικροπρε- ποῦς περὶ τὰς ἀποδόσεις, τὴν ὀργὴν ἔναυλον [ἐγκει- μένην] ἔχουσα, πλήρη τὴν κακ〈κ〉άβην ἀποσπάσασα τῶν χυτροπόδων ἐδέησέ μου κατὰ τοῦ βρέγματος κατα- χέαι ζέοντος τοῦ ὕδατος, εἰ μὴ φθάσας ἀπεπήδησα παρὰ βραχὺ φυγὼν τὸν κίνδυνον. οὕτως ἡμεῖς ἐλπίσιν ἀπατηλαῖς βουκολούμενοι πλείους τῶν ἡδονῶν τοὺς προπηλακισμοὺς ὑπομένομεν.