# Epistulae 2 [I 2]. Γαληναῖος Κύρτωνι.

Alciphron, Epistulae, LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/2%20%5BI%202%5D.%20%CE%93%CE%B1%CE%BB%CE%B7%CE%BD%CE%B1%E1%BF%96%CE%BF%CF%82%20%CE%9A%CF%8D%CF%81%CF%84%CF%89%CE%BD%CE%B9.

Μάτην ἡμῖν τὰ πάντα πονεῖται, ὦ Κύρτων, διʼ ἡμέ- ρας μὲν ὑπὸ τῆς εἵλης φλεγομένοις νύκτωρ δὲ ὑπὸ λαμ- πάσι τὸν βυθὸν ἀποξύουσι, καὶ τὸ λεγόμενον δὴ τοῦτο εἰς τὸν τῶν Δαναΐδων τοὺς ἀμφορέας ἐκχέομεν πίθον· οὕτως ἄπρακτα καὶ ἀνήνυτα διαμοχθοῦμεν. ἡμῖν μὲν γὰρ οὐδὲ ἀκαλήφης ἔστιν ἢ πελωρίδος ἐμπλῆσαι τὴν γαστέρα, ὁ δεσπότης δὲ συλλέγει καὶ τοὺς ἰχθύας καὶ τὰ κέρματα. οὐκ ἀπόχρη δὲ αὐτῷ τοσαῦτα ἔχειν παῤ ἡμῶν, ὁ δὲ διερευνᾶται καὶ τὸ σκαφίδιον συνεχῶς. καὶ πρῴην, ὅτε ἐκ Μουνυχίας ἐπέμψαμεν αὐτῶ κομι- οῦντα τοὐψώνιον Ἕρμωνα τουτονὶ τὸν μειρακίσκον, σπόγγους ἡμῖν ἐπέταττε κομίζειν καὶ τὰ ἐκ τῆς ἁλὸς ἔρια, ἃ φύεται ἐπιεικῶς ἐναβρυνομένης εἰς λῆμνον· ὥσθʼ ὁ μὲν 〈ὅσον〉 οὔπω ταῦτα προσαπῄτει, καὶ ὁ Ἕρμων ἀφεὶς τὸ φερνίον αὐτοῖς ἰχθύσιν, ἀφεὶς δὲ καὶ ἡμᾶς αὐτῷ σκάφει, ᾤχετο ἐπὶ λέμβου κωπήρους Ῥοδίοις τισὶ θαλαττουργοῖς ἀναμιχθείς. καὶ ὁ μὲν δεσπότης οἰκέτην, ἡμεῖς δὲ συνεργὸν ἀγαθὸν ἐπεν- θήσαμεν.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
