Ancient Greek
LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.
Alciphron, Epistulae 21 [I 18]. Εὔπλοος Θαλασσέρωτι
Not analysed yet
Ὑπερμαζᾷς ἢ μέμηνας· ἀκούω γάρ σε λυρῳδοῦ γυ- ναικὸς ἐρᾶν καὶ εἰς ἐκείνης φθειρόμενον πᾶσαν τὴν ἐφήμερον ἄγραν κατατίθεσθαι. ἀπήγγειλε γάρ μοι τοῦθʼ ὁ γειτόνων βέλτιστος ὠσίας, οὗτος ἐκεῖνος |Σωσίας] ὁ τὸν χρηστὸν καὶ ἡδύν γάρον ἔψων ἐκ τῶν λεπτοτέρων ἰχθύων οὓς ἐγκολπίζεται τῇ σαγήνη. ἔστι δὲ τῶν ἐπιεικῶς τὴν ἀλήθειαν τιμώντων, καὶ οὐκ ἄν ποτε ἐκεῖνος εἰς ψευδηγορίαν ὠλίσθησεν. πόθεν οὖν, εἰπέ μοι, μουσικῆς σοι . . . . . διάτονον καὶ χπωμεματικὸν καὶ ἐναρμόνιον γένος ἐστίν; ὁμοῦ γὰρ τῇ ὥρᾳ τῆς παιδίσκης ᾑρέθης καὶ τοῖς κρούμασιν, ὡς 〈ὁ〉 αὐτὸς ἔφασκεν ἀπαγγέλλων. πέπαυσο εἰς ταῦτα δαπανώμε- νος, μή σε ἀντὶ τῆς θαλάττης ἡ γῆ ναυαγὸν ἀποφήνῃ ψιλώσασα τῶν χρημάτων, καὶ γένηταί σοι τὸ τῆς ψαλ- τρίας καταγώγιον [ὁ] Καλυδώνιος κόλπος ἢ [τὸ] Τυρ- ρηνικὸν πέλαγος, καὶ Σκύλλα ἡ μουσουργός, οὐκ ἔχοντί σοι Χράταιῖν ἐπικαλεῖσθαι, εἰ δεύτερον ἐφορμᾷ.