# Epistulae 23 [III 59]. Λιμέντερος Ἀμασήτῳ

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/23%20%5BIII%2059%5D.%20%CE%9B%CE%B9%CE%BC%CE%AD%CE%BD%CF%84%CE%B5%CF%81%CE%BF%CF%82%20%E1%BC%88%CE%BC%CE%B1%CF%83%CE%AE%CF%84%E1%BF%B3

Παρ᾿ ἕνα τινὰ τῶν τὰ πινάκια παρὰ τὸ Ἰακχεῖον προτιθέντων καὶ τούς ὀνείρους ὑποκρίνεσθαι ὑπισχνου- μένων βούλομαι ἐλθὼν τὰς δύο ταύτας δραχμάς, ἃς οἶσθά με ἐν χερσὶν ἔχοντα, καταβαλὸν τὴν φανεῖσαν ὄψιν μοι κατὰ τοὺς ὕπνους διηγήσασθαι. οὐ χεῖρον δὲ καὶ πρὸς σὲ ὡς φίλον ἀναθέσθαι τὸ καινὸν τοῦτο καὶ πέρα πάσης πίστεως φάσμα. ἐδόκουν γὰρ [κατ᾿ ὄναρ] εὐπρεπὴς εἶναι νεανίσκος καὶ οὐχ ὁ τυχών, ἀλλ᾿ ἐκεῖνος [εἶναι] ὁ Ἰλιεὺς ὁ περίψυκτος καὶ περικαλλής, ὁ τοῦ Τρωὸς παῖς Γανυμήδης, καὶ καλαύροπα ἔχειν καὶ σύ- ριγγα, καὶ τιάρᾳ Φρυγίῳ σκέπειν τὴν κεφαλὴνποιμαίνειν τε καὶ εἶναι κατὰ τὴν Ἴδην. ἐξαίφνης δὲ ἐπιπτάντα μοι γαμψώνυχα καὶ μέγαν ἀετόν, γοργὸν τὸ βλέμμα καὶ ἀγκυλοχείλην τὸ στόμα, κουφίσαντά με τοῖς ὄνυξιν ἀφ᾿ οὗπερ ἐκαθήμην πέτρου μετεωρίζειν εἰς τὸν ἀέρα καὶ πελάζειν τοῖς οὐρανίοις τόποις ἐπειγόμενον· εἶτα μέλ- λοντα ψαύειν τῶν πυλῶν αἷς αἱ Ὧλραι ἐφεστᾶσι, κεραυνῷ βληθέντα πεσεῖν, καὶ τὸ ὄρνεον οὐκέτι εἶναι τὸν διι- πετῆ καὶ μέγαν ἀετόν, γῦπα δὲ πικρὸν ὀδωδότα, ἐμὲ δὲ τοῦτον ὅς εἰμι Λιμέντερον, γυμνὸν πάσης ἐσθῆτος, οἷα πρὸς λουτρὸν ἢ παλαίστραν ηὐτρεπισμένον. ἐκτα- ραχθεὶς οὖν ὡς εἰκὸς ἐπὶ τοσούτῳ πτώματι διηγ[ει]- ρόμην, καὶ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἀγωνιῶ καὶ δέομαι οἱ φέρει τὸ ὄναρ μαθεῖν παρὰ τῶν τὰ τοιαῦτα ἀκριβούντων, εἰ μέλλει τις ἀπλανῶς εἰδέναι καὶ εἰδὼς ἀληθίζεσθαι.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
