# Epistulae 24 [IIII 60]. Χασκοβούκης Ὑπνοτρασπέζρῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/24%20%5BIIII%2060%5D.%20%CE%A7%CE%B1%CF%83%CE%BA%CE%BF%CE%B2%CE%BF%CF%8D%CE%BA%CE%B7%CF%82%20%E1%BD%99%CF%80%CE%BD%CE%BF%CF%84%CF%81%CE%B1%CF%83%CF%80%CE%AD%CE%B6%CF%81%E1%BF%B3.

Οὐκέτι εἰσῆλθον εἰς τὴν Κόρινθον· ἔγνων γὰρ ἐν βραχεῖ τὴν βδελυρίαν τῶν ἐκεῖσε πλουσίων καὶ τὴν τῶν πενήτων ἀθλιότητα. ὡς γὰρ ἐλούσαντο οἱ πολλοὶ καὶ μεσοῦσα ἦν ἡμέρα, στωμύλους ἐθεασάμην καὶ εὐ- φυεῖς νεανίσκους, οὐ περὶ τὰς οἰκίας ἀλλὰ περὶ τὸ Κράνειον εἱλουμένους καὶ οὗ μάλιστα ταῖς ἀρτοπώλισι καὶ ὀπωροκαπήλοις ἔθος ἀναστρέφεσθαι. ἐνταυθὶ γὰρ εἰς τοὔδαφος ἐπικύπτοντες ὁ μὲν φλοιούς θέρμων ἀνῃρεῖτο, ὁ δὲ τὰ ἄλυτρα τῶν καρύων ἐπολυπραγμόνει μή πού τι τῶν ἐδωδίμων 〈ἐν〉 απτομεῖναν διέλαθεν, ὁ δὲ τῶν ῥοιῶν τὰ περικάρπια, ἃ σίδια ἡμῖν τοῖς Ἀττι- κοῖς προσαγορεύειν ἔθος, ἀπέγλυφε τοῖς ὄνυξιν εἴ πού τι τῶν κόκκων ἔτι δράξασθαι δυνηθείη, οἱ δὲ καὶ τὰ ἐκ τῶν ἄρτων ἀποπίπτοντα πρὸς πολλῶν ἤδη πεπατη- μένα ἀναλέγοντες ἔκαπτον. τοιαῦτα τὰ τῆς Πελοπον- νήσου προπύλαια καὶ ἡ δυοῖν θαλάσσαιν ἐν μέσῳ κειμένη πόλις, χαρίεσσα μὲν ἰδεῖν καὶ ἀμφιλαφῶς ἔχουσα τρυφημάτων, τοὺς οἰκήτορας δὲ ἀχαρίστους καὶ ἀνεπ- αφροδίτους κεκτημένη· καίτοι γέ φασι τὴν Ἀφροδίτην ἐκ Κυθήρων ἀνασχοῦσαν τὴν Ἀκροκόρινθον ἀσπάσα- σθαι· εἰ μὴ ἄρα τοῖς μὲν γυναίοις Ἀφροδίτη πολιοῦχος τοῖς δὲ ἀνδράσιν ὁ Λιμὸς καθίδρυται.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
