# Epistulae 28 [III 64]. Τουρδοσύυαγος Ἐφαλλοκύθρῃ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/28%20%5BIII%2064%5D.%20%CE%A4%CE%BF%CF%85%CF%81%CE%B4%CE%BF%CF%83%CF%8D%CF%85%CE%B1%CE%B3%CE%BF%CF%82%20%E1%BC%98%CF%86%CE%B1%CE%BB%CE%BB%CE%BF%CE%BA%CF%8D%CE%B8%CF%81%E1%BF%83.

Ὁ μὲν Κρίτων ὑπʼ ἀ〈γ〉νίας καὶ ἀρχαιότητος τρό- που τὸν υἱὸν εἰς φιλοσόφου φοιτᾶν ἐπέτρεψε, τὸν αὐστηρὸν πρεσβύτην καὶ ἀμειδῆ, τὸν ἐκ τῆς Ποικίλης, ἐξ ἀπάντων τῶν φιλοσόφων καθηγεῖσθαι τοῦ παιδὸς ἀξιώτατον ἡγησάμενος, ὡς ἂν παρʼ αὐτῷ λόγων τινὰς σκινδαλμοὺς ἐκμαθὼν ἐριστικὸς καὶ ἀγκύλος τὴν γλῶσ- σαν γένηται. ὁ δὲ παῖς ἐς τὸ ἀκριβέστατον ἐξεμάξατο τὸν διδάσκαλον· οὐ πρότερον γὰρ 〈τῶν〉 λόγων γενέ- σθαι μαθητὴς ἀλλὰ τοῦ βίου καὶ τῆς ἀγωγῆς ἐσπούδασε. θεασάμενος γὰρ τὸν διδάσκαλον τῇ ἡμέρᾳ μὲν σεμνὸν καὶ σκυθρωπὸν καὶ τοῖς νέοις ἐπιτιμῶντα, νύκτωρ δὲ περικαλύπτοντα τὴν κεφαλὴν τριβωνίῳ καὶ περὶ χα- μαιτυπεῖα εἱλούμενον, ἐζήλωσεν ἐν καλῷ. καὶ πέμπτην ταύτην ἡμέραν εἰς ἔρωτα Ἀκαλανθίδος τῆς ἐκ Κερα- μεικοῦ κατολισθήσας φλέγεται· αὕτη δὲ ἐπιεικῶς ἔχει πρὸς ἐμὲ καὶ ἐρᾶν ὁμολογεῖ, τῷ μειρακίῳ δὲ ἔτι ἀντι- τείνεται ᾐσθημένη τῷ πόθῳ τυφόμενον, καὶ οὐ πρότερόν φησιν ἐπιδώσειν ἑαυτὴν πρὶν ἂν ἐγὼ τοῦτο ἐπιτρέψω· ἐμὲ γὰρ κύριον τοῦ τὰ τοιαῦτα προστάττειν ἐποιήσατο. πολλὰ καὶ ἀγαθὰ δοίης, Ἀφροδίτη πάνδημε, τῇ φιλτάτῃ γυναικί· ἑταίρου γάρ, οὐχ ἑταίρας ἔργον διεπράξατο. ἐξ ἐκείνου γὰρ θεραπεύομαι λιπαρῶς ἄλλοτε ἄλλαις δωροφορίαις. καὶ εἴ μοι ῥεύσειε τοῦ χρόνου προϊόντος δαψιλέστερος, οὐδὲν κωλύσει με τούτου γαμοῦντος ἐπίκληρον γυναῖκα ἐν γαμετῆς σχήματι τὴν Ἀκαλανθίδα λυσάμενον ἀναλαβεῖν. ἡ γὰρ τοῦ ζῆν αἰτία κοινωνὸς τοῦ ζῆν δικαίως ἂν κατασταίη.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
