# Epistulae 29 [III 65]. Πηξάγκωνος Ῥιγομάχῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/29%20%5BIII%2065%5D.%20%CE%A0%CE%B7%CE%BE%CE%AC%CE%B3%CE%BA%CF%89%CE%BD%CE%BF%CF%82%20%E1%BF%AC%CE%B9%CE%B3%CE%BF%CE%BC%CE%AC%CF%87%E1%BF%B3.

Μέγα τοῦτο ἀγαθὸν ἡ ἐξ Ἰστρίας ναῦς, ἡ ἐπὶ τοῦ χώματος ὁρμοῦσα, ταῖς Ἀθήναις ἧκε φέρουσα τὸν θαυμαστὸν τοῦτον ἔμπορον, ὃς τούς πλουσίους τῶν Ἀθήνησι καὶ μεγαλοδώρους κίμβικας καὶ μικροπρεπεῖς ἀπέφηνεν· οὕτως κεχυμένως πρὸς τὰς δόσεις κέχρηται τῷ βαλαντίῳ. οὐ γὰρ ἕνα παράσιτον ἐξ ἄστεος ἀλλὰ πάντας ἡμᾶς μεταπέμψας, καὶ οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τῶν ἑταιρῶν τὰς πολυτελεστέρας καὶ 〈τῶν〉 μουσουργῶν τὰς καλλιστευούσας καὶ τούς ἀπὸ σκηνῆς ἀπαξαπλῶς εἰπεῖν ἅπαντας, οὐ τὴν πατρῴαν οὐσίαν τὰ δὲ ἐκ δικαίων αὐτῷ ποριζόμενα σπαθᾷ. καὶ ψαλλόμενος καὶ καταυ- λούμενος ἥδεται, καὶ τὴν διατριβὴν ποιεῖται χαρίτων καὶ ἀφροδίτης γέμουσαν καὶ ὑβρίζει οὐδέν· ἔστι δὲ καὶ ὀφθῆναι κεχαρισμενώτατος καὶ τὸ πρόσωπον αὐτοῦ τὰς Ὥρας ἐνορχουμένας ἔχει, καὶ τὴν Πειθὼ τῷ στόματι ἐπικαθῆσθαι εἴποις ἄν· προσπαῖσαί τε γλαφυρὸς καὶ λαλῆσαι στωμύλος ‘οῦνεκα οἱ γλυκὺ Μοῦσα κατὰ στό- ματος χέε νέκταρ’. εἰπεῖν γὰρ οὐ χεῖρον κατὰ τοὺς παιδείᾳ σχολάζοντας 〈τὸν〉 ἐξ Ἀθηνῶν ὁρμώμενον, ἐν αἷς οὐδὲ εἷς τούτων ἄγευστος.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
