# Epistulae 3 [I 3]. Γλαῦκος Γαλατείᾳ.

Alciphron, Epistulae, LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/3%20%5BI%203%5D.%20%CE%93%CE%BB%CE%B1%E1%BF%A6%CE%BA%CE%BF%CF%82%20%CE%93%CE%B1%CE%BB%CE%B1%CF%84%CE%B5%CE%AF%E1%BE%B3.

Χρηστὸν ἡ γῆ καὶ ἡ βῶλος ἀκίνδυνον, [οὐ μάτην γοῦν ἀνησίδωραν ταύτην ὀνομάζουσιν Ἀθηναῖοι ἀνιεῖσαν δῶρα διʼ ὧν ἔστι ζῆν καὶ σώζεσθαι], χαλεπὸν ἡ θά- λαττα καὶ ἡ ναυτιλία ῥιψοκίνδυνον. ὀρθῶς ἐγὼ τοῦτο κρίνω πείρᾳ καὶ διδασκαλίᾳ μαθών. ποτὲ γὰρ ὄψον ἀποδόσθαι βουληθεὶς ἤκουσα ἑνὸς τῶν ἐν τῇ Ποικίλη διατριβόντων ἀνυποδήτων καὶ ἐνεροχρώτων στιχίδιον ἀποφθεγγομένου τὴν ἀπόνοιαν τῶν πλεόντων ἐπιστῦ- φον· ἔλεγε δʼ Ἀραίου τινὸς εἶναι σοφοῦ τὰ με- τέωρα, καὶ ἦν ὅσον ἀπομνημονεύσαντα [οὐχ ὅλον] εἰπεῖν ὧδε εἰρημένον ‘ὀλίγον δὲ διὰ ξύλον ἄϊδ᾿ ἐρύκειʼ. τί οὖν, ὦ γύναι, οὐ σωφρονοῦμεν καὶ ὀψὲ τοῦ καιροῦ φεύγομεν τὴν πρὸς θάνατον γειτνίασιν, καὶ ταῦτα ἐπὶ παιδίοις ζῶντες, οἷς εἰ καὶ μηδὲν μέγα παρέχειν διʼ ἀχρηματίαν ἔχομεν, τάδε παρέξομεν καὶ χαριούμεθα, τὸ τὰς τρικυμίας καὶ τούς ἐκ βυθοῦ κινδύνους ἀγνοῆ- σαι, γεωργίᾳ δὲ συντραφῆναι καὶ τὸν ἀσφαλῆ καὶ ἀδεᾶ βίον ἀσπάσασθαι.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
