Ancient Greek
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 30 [III 32]. Σκοσπιάδης Κοτί〈ν〉ωνι.
Not analysed yet
Βάλλ᾿ ἐς μακαρίαν, οἷον κακόν ἐστιν, ὦ Κοτί〈ν〉ων, ἡ μέθη. ἐμπεσὼν γάρ εἰς συμπόσιον κακοδαιμόνων ἀνθρώπων —οἰνόφλυγες δὲ πάντες ἦσαν, καὶ οὐδεὶς τὸ μέτρῳ πίνειν ἔστεργε —συνεχῶς δὴ περιφερομένης τῆς κύλικος —ἦν 〈γὰρ〉 τοῖς ἀρνουμένοις τοὐπιτίμιον [ἔδει γὰρ αὐτούς] εἰς τὴν ὑστεραίαν ἑστιᾶν —πιὼν οὖν ὅσον οὔπω πρότερον ἐν ἀσκῶ βαστάσας οἶδα, τρί- την ταύτην ἡμέραν ἔχω καὶ ἔτι σοι καρηβαρῶ καὶ τὴν κραιπάλην ἀπερυγγάνω.