Ancient Greek
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 30 [III 66]. Γυμνοχαίρων Φαγοδαίτῃ.
Not analysed yet
Ἐθεάσω οἶά με εἰργάσατο ὁ κατάρατος οὗτος κου- ρεὺς ὁ πρὸς τῇ ὁδῷ; λέγω δὲ τὸν ἀδόλεσχον καὶ λάλον, τὸν 〈τὰ〉 ἐκ βρεντησίου προτιθέμενον ἔσοπτρα, τὸν τοὺς χειροήθεις κόρακας τιθασ[σ]εύοντα, τὸν ταῖς μα- χαιρίσι κυμβαλισμὸν εὔρυθμον ἀνακρούοντα. ὡς γὰρ ʼ ἀφικόμην ξυρ[ι]εῖσθαι τὴν γενειάδα βουλόμενος, ἀσμέ- νως τε ἐδέξατο καὶ ἐφʼ ὑψηλοῦ θρόνου καθίσας σιν- δόνα καινὴν περιθεὶς πράως εὖ μάλα κατέφερέ μοι τῶν γνάθων τὸν ξυρὸν ἀποψιλῶν τὸ πύκνωμα τῶν τριχῶν. ἀλλʼ ἐν αὐτῷ τούτῳ πανοῦργος ἦν καὶ σκαιός· ἔλαθε γὰρ τοῦτο παρὰ μέρος ποιῶν καὶ οὐ κατὰ πάσης τῆς γνάθου, ὥστε ὑπολειφθῆναί μοι ἀλλαχοῦ μὲν δα- κεῖαν ἀλλαχοῦ δὲ λείαν τὴν σιαγόνα. κἀγὼ μὲν οὐκ εἰδὼς τὴν πανουργίαν ὑχόμην κατὰ τὸ εἰωθὸς ἄκλητος εἰς ασίωνος. οἱ συμπόται δὲ ὡς εἶδον, ἐξέθανον τᾷ γέλωτι, ἕως ἀγνοοῦντά με ἐφʼ ὅτῳ γελῶεν εἶς τις εἰς μέσους παρελθὼν τῶν ὑπολειφθεισῶν τριχῶν μενος εἶλκυσεν. ἐκείνας μὲν οὖν περιπαθῶς κοπίδα λαβὸιν ἀπερρίζωσα,?? ἕτοιμος δέ εἰμι ξύλον εὐμέγεθες ἀνελόμενος κατὰ τοῦ βρέγματος πατάξαι τὸν ἀλιτήριον· ἃ γὰρ 〈οὐδʼ 〉οἱ τρέφοντες παίζουσι, ταῦτα μὴ τρέ- φων ἐτόλμησεν.