# Epistulae 34 [III 70]. Διρφιοσπύκτης Χαλσοκυδοίμῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/34%20%5BIII%2070%5D.%20%CE%94%CE%B9%CF%81%CF%86%CE%B9%CE%BF%CF%83%CF%80%CF%8D%CE%BA%CF%84%CE%B7%CF%82%20%CE%A7%CE%B1%CE%BB%CF%83%CE%BF%CE%BA%CF%85%CE%B4%CE%BF%CE%AF%CE%BC%E1%BF%B3.

Κορύδωνι τῷ γεωργῷ συνήθης ἐπιεικῶς ἦν, καὶ τὰ πολλὰ ἐξεχεῖτο ἐπʼ ἐμοὶ τῷ γέλωτι, ἀστικῆς στωμυλίας καὶ ξένης . . . . . ἢ κατὰ τοὺς χωρίτας ἐπαΐων. τοῦτʼ οὖν ἰδὼν ἕρμαιον ᾠήθην, εἰ τῶν κατὰ ἄστυ πραγμάτων ἀπαλλαγεὶς εἰς ἀγρὸν βαδιοίμην καὶ συνεσοίμην ἀνδρὶ φίλῳ, γεωργῷ ἀπράγμονι καὶ ἐργάτῃ, οὐκ ἐκ δικαστη- ρίων οὐδὲ ἐκ τοῦ σείειν κατὰ ἀγορὰν ἀδίκους ἐπινο- οῦντι πόρους, ἀλλὰ γῆθεν ἀναμένοντι τὴν ἐπικαρπίαν ἔχειν. καὶ δῆτα διανοηθεὶς ταῦθʼ οὕτω δρᾶν, ᾠκειωσά- μην τὸν Κορύδωνα. καὶ στείλας ἐμαυτὸν ἀγροικικῶς, νάκος ἐναψάμενος καὶ σμινύην λαβών, αὐτοσκαπανεὺς ἐδόκουν. ἕως μὲν οὖν ἐν παιδιᾶς μέρει ἔπραττον ταῦτα, ἀνεκτὸν ἦν καὶ μέγα ἀποκερδαίνειν ᾠόμην, ὕβρεων καὶ ῥαπισμάτων καὶ τῆς περὶ τὰ ἐδώδιμα τῶν πλουσίων ἀνοσιότητος ἀπηλλαγμένος. ἐπεὶ δὲ ἐκ τῆς καθʼ ἡμέραν συνηθείας ἐξ ἐπιταγῆς ἐπράττετο τοὖργον, καὶ ἔδει πάντως ἢ ἀροῦν ἢ φελλέα ἐκκαθαίρειν ἢ γύ- ρους περισκάπτειν καὶ τοῖς βόθροις ἐμφυτεύειν, οὐκέτʼ ἀνασχετὸς ἡ διατριβή, ἀλλά μοι μετέμελε τῆς ἀλόγου πράξεως καὶ τὴν πόλιν ἐπόθουν. ἐλθὼν οὖν μετὰ μήκιστον χρόνον οὐκέθʼ ὁμοίως δεκτὸς οὐδὲ χαρίεις ἐδόκουν, ἀλλά τις ὄρειος καὶ τραχὺς καὶ ἀπηχής, ὥστε αἱ μὲν οἰκίαι τῶν πλουσίων πᾶσαί μοι λοιπὸν ἀπε- κέκλειντο, ὁ δὲ λιμὸς τὴν γαστέρα ἐθυροκόπει. ἐγὼ δὲ αὖος ὤν ὑπὸ τῆς τῶν ἀναγκαίων ἐνδείας λῃσταῖς τισι Μεγαρικοῖς, οἳ περὶ τὰς Σκειρωνίδας τοῖς ὁδοι- πόροις ἐνεδρεύουσιν, ἐκοινώνησα. ἔνθεν ὁ βίος μοι ἀργὸς ἐξ ἀδικίας πορίζεται. εἰ δὲ λήσω ταῦτα ποιῶν ἢ μή, ἄδηλον. δέδια δὲ τὴν μεταλλαγὴν τοῦ βίου. εἰώθασι γὰρ αἱ τοδαῦται μεταβολαὶ οὐκ εἰς τὸ ζῆν ἀλλʼ εἰς ἀπώλειαν καταστρέφειν.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
