Ancient Greek
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 35 [III 71]. Φιλάπορος ψιχομάχῳ
Not analysed yet
Δεξιφάνης ὁ τῆς κωμῳδίας ποιητὴς θεασάμενός 15 με ὀργιζόμενον πρὸς τὰς ἐν 〈τοῖς 〉συμποσίοις παροινίας, λαβὼν καθʼ ἑαυτὸν πρῶτα μὲν ἐνουθέτει μὴ τοιαῦτα ἐπιτηδεύειν ἐξ ὧν ὕβρις τὸ τέλος, ἔπειτα τοῦ φωνή- ματος ὡς ἔχοιμι διὰ βραχέων ἀποπειραθεὶς τῷ χορῷ τῶν κωμικῶν συλλαμβάνει〈ν〉 ἔφασκε, ἐκ τοῦδε τραφη- σόμενον καὶ ἐμέ. ἐκέλευεν οὖν ἐκμαθόντα . . . . . . . . . Διο- νυσίοις τοῖς ἐπιοῦσι τὸ τοῦ οἰκέτου δχῆμα ἀναλαβόντα τὸ μέρος ἐκεῖνο τοῦ δράματος ὑποκρίνασθαι. ἐγὼ δὲ ὀψὲ τοῦ καιροῦ καὶ φύσιν καὶ ἐπιτήδευμα μεταβαλὼν δύσκολός τις καὶ δυσμαθὴς ἐφαινόμην. ἐπεὶ δʼ οὐκ ἦν ἑτέρως πράττειν, τὸ δρᾶμα ἐξέμαθον, καὶ μελέτην ἀσκήσει ῥώσας ἕτοιμός εἰμι τῷ χορῷ συντελεῖν. σὺ δὲ ἡμῖν μετὰ τῶν συνήθων ἐπίσειε τοὺς κρότους ἵνα, κἄν τι λάθωμεν ἀποσφαλέντες, μὴ λάβη χώραν τὰ ἀστικὰ μειράκια κλᾴζειν ἢ συρίττειν, ἀλλʼ ὁ τῶν ἐπαίνων κρότος τὸν θροῦν τῶν σκωμμάτων παραλύσῃ.