# Epistulae 36 [III 38]. Εὔδικος Πασίωυι.

Alciphron, Epistulae, LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/36%20%5BIII%2038%5D.%20%CE%95%E1%BD%94%CE%B4%CE%B9%CE%BA%CE%BF%CF%82%20%CE%A0%CE%B1%CF%83%CE%AF%CF%89%CF%85%CE%B9.

Φρύγα οἰκέτην ἔχω πονηρόν, ὃς ἀπέβη τοιοῦτος ἐπὶ τῶν ἀγρῶν· ὡς γὰρ τῇ ἔνῃ καὶ νέᾳ κατʼ ἐκλογὴν τοῦ- τον ἐπριάμην, Νουμήνιον μὲν εὐθὺς ἐθέμην καλεῖσθαι, δόξαντα δὲ εἶναι ῥωμαλέον καὶ ἐγρηγορὸς βλέποντα μετὰ περιχαρ〈ε〉ίας ἦγον ὡς ἐπὶ τῆς ἐσχατιᾶς μοι ἐσό- μενον. ἦν δὲ οὗτος ἄρα λαμπρὰ ζημία. ἐσθίει μὲν γὰρ τεσσάρων σκαπανέων σιτία, ὑπνοῖ δὲ ὅσον ἤκουσα τετυφωμένου σοφιστοῦ λέγοντος Ἐπιμενίδην τινὰ Κρῆτα κεκοιμῆσθαι, ἢ ὡς ἀκούομεν τὴν Ἡρακλέους τριέσπερον. τί ἂν οὖν ποιοί[μ]ην, ὦ φίλτατε ἑταίρων καὶ συγγεωργῶν, ἴθι φράσον, ἐπὶ τοιούτῳ θηρίῳ κατα- βαλὼν ἀργυρίδιον;

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
