# Epistulae 37 [III 39]. Φιλομήτωρ Ἐτιφαυίῳ.

Alciphron, Epistulae, LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/37%20%5BIII%2039%5D.%20%CE%A6%CE%B9%CE%BB%CE%BF%CE%BC%CE%AE%CF%84%CF%89%CF%81%20%E1%BC%98%CF%84%CE%B9%CF%86%CE%B1%CF%85%CE%AF%E1%BF%B3.

Πρὸς θεῶν καὶ δαιμόνων, ὦ μῆτερ, ἐπʼ ὀλίγον καταλιποῦσα τούς σκοπέλους καὶ τὴν ἀγροικίαν, θέασαι πρὸ τῆς τελευταίας ἡμέρας τὰ κατʼ ἄστυ καλά. οἷα γὰρ οἷά σε λανθάνει, Ἁλῷα καὶ Ἀπατούρια καὶ Διονύσια καὶ ἡ νῦν ἑστῶσα σεμνοτάτη τῶν Θεσμοφορίων ἑορτή. ἡ μὲν οὖν Ἄνοδος κατὰ τὴν πρώτην γέγονεν ἡμέραν, ἡ Νηστεία δὲ τὸ τήμερον εἶναι παρʼ Ἀθηναίοις ἑορ- τάζεται, τῇ Καλλιγενείᾳ δὲ εἰς τὴν ἐπιοῦσαν θύουσιν. εἰ οὖν ἐπειχθεῖσα ἔρχῃ, ἔωθεν πρὸ τοῦ τὸν ἑωσφόρον ἐξελθεῖν συνθύεις ταῖς Ἀθηναίων γυναιξίν [αὔριον]. ἧκε οὖν, μὴ μέλλε, ναὶ πρὸς ἐμῆς καὶ τῶν αὐταδέλφων τῶν ἐμῶν σωτηρίας. τὸ γὰρ ἄγευστον πόλεως κατα- λῦσαι τὸν βίον ἀποτρόπαιον, ὡς ὂν θηριῶδες καὶ δύστροπον. ἀνέχου δέ, ὦ μῆτερ, τῆς ἐπὶ τῷ συμφέ- ροντι παρρησίας· καλὸν ἅποσιν ἀνθρώποις ἀνυποστό- λως ὁμιλεῖν, οὐχ ἥκιστα δὲ ἀναγκαῖον τὸ πρὸς τοὺς οἰκείους ἀληθίζεσθαι.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
