Ancient Greek
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 39 [ΙΙΙ 41]. Δρυάδης Μηλίῳ.
Not analysed yet
Ἔπεμψά σοι τῶν Δεκελειᾶσι προβάτων ἀποκείρας τὰ ῥωμαλέα τοὺς πόκους· ὅσα γὰρ ψώρας ὑπόπλεα, ταῦτα τῷ ποιμένι Πυρρίᾳ παρέδωκα χρῆσθαι ἐς ὅ τι ἂν θέλῃ, πρὶν φθάσαι διαφθαρῆναι παντελῶς ὑπὸ τῆς νόσου. ἔχουσα οὖν ἀφθονίαν ἐρίων ἐξύφηνον ἡμῖν ἐσθήματα πρόσφορα ταῖς ὥραις, ὡς εἶναι τὰ μὲν τῷ θέρει προσαρμόζοντα λεπτοϋφῆ, τὰ δὲ χειμέρια ἐχέτω περιττῶς τῆς κρόκης καὶ πεπαχύνθω πλέον, ἵνα τὰ μὲν τῇ μανότητι σκιάζῃ μόνον καὶ μὴ καταθάλπῃ τὰ σώ- ματα, τὰ δὲ τῇ βαρύτητι ἀπείργῃ τὸν κρυμὸν καὶ ἀλεξάνεμα τυγχάνῃ. καὶ ἡ παρθένος δέ [ἡ παῖς], ἣν ἔχομεν ἐν ὥρᾳ γάμου, συλλαμβανέτω τῆς ἱστουργίας ταῖς θεραπαινίσιν, ἵνα εἰς ἀνδρὸς ἐλθοῦσα μὴ καται- σχύνῃ τοὺς πατέρας ἡμᾶς. καὶ ἄλλως δὲ εἰδέναι σε χρή, ὡς αἱ ταλασίαν ἀγαπῶσαι καὶ τὴν Ἐργάνην θερα- πεύουσαι κόσμῳ βίου καὶ σωφροσύνη σχολάζουσιν.