# Epistulae 39 [I 22]. Γέμελλος Eὐβούλῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/39%20%5BI%2022%5D.%20%CE%93%CE%AD%CE%BC%CE%B5%CE%BB%CE%BB%CE%BF%CF%82%20E%E1%BD%90%CE%B2%CE%BF%CF%8D%CE%BB%E1%BF%B3.

Παρέκειτο μὲν ἡμῖν ὁ Γέλωνος τοῦ Σικελιώτου πλακοῦς ἐπώνυμος. ἐγὼ δὲ καὶ τῇ θέᾳ μόνον πρὸς τὰς καταπόσεις εὐτρεπιζόμενος εὐφραινόμην· μέλ- λησις δὲ ἦν πολλή, περιστεφόντων τραγημάτων τὰ πέμματα· ἦν δὲ ὁ καρπὸς τῆς πιστάκης καὶ βάλανοι φοινίκων καὶ κάρυα τῶν ἐλύτρων ἐξῃρημένα. ἐγὼ δὲ πρὸς ταῦτα ἕκαστα ἐχθρὰ βλέπων ἀνέμενον ἐπαφήσειν ἐμαυτὸν ἐγχανὼν τῷ πλακοῦντι. οἱ δὲ καὶ τὸ ἐντραγεῖν ἐπὶ μήκιστον ἐξέτεινον καὶ 〈τῆς〉 κύλικος συνεχῶς περισοβουμένης διατριβὰς καὶ μελλησμοὺς ἐνεποίουν, καὶ ὥσπερ ἐκ συνθήματος τὴν ἐμὴν ἀναρτῶντες ἐπι- θυμίαν ὁ μέν τις κάρφος λαβὼν ἐξεκάθαιρε τὰ ἐνιζά- νοντα τῶν βρωμάτων τοῖς ὀδοῦσιν ἰνώδη, ὁ δὲ ὑπτιάσας ἑαυτὸν οἷος ἦν ὕπνῳ κατέχεσθαι μᾶλλον ἢ τῆς τραπέζης φροντίζειν· εἶτα ἄλλος ἄλλα διελέγετο, καὶ πάντα μᾶλ- λον ἐπράττετο ἢ ὁ ἡδὺς ἐκεῖνος καὶ ποθητὸς ἐμοὶ πλακοῦς εἰς ἀπόλαυσιν ἤγετο. τέλος, οἷα εἰκός, οἱ θεοὶ κατοικτείραντες τὸ κατάξηρον τῆς ἐμῆς ἐπιθυμίας μόλις ποτὲ ἱμείροντά με τοῦ πλακοῦντος ἀπογεύσασθαι παρ- εσκεύασαν. ταῦτά σοι γράφω οὐ τοσοῦτον ἐπὶ τοῖς ἡδέσιν ἡσθείς, ὅσον ἐπὶ τῇ παρολκῇ τῆς βραδυτῆτος ἐκτακείς.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
