# Epistulae 4 [Ι 31]. Βακχὶς Φρύνῃ.

Alciphron, Epistulae, LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/4%20%5B%CE%99%2031%5D.%20%CE%92%CE%B1%CE%BA%CF%87%E1%BD%B6%CF%82%20%CE%A6%CF%81%CF%8D%CE%BD%E1%BF%83.

Οὐ τοσοῦτόν σοι τοῦ κινδύνου συνηχθέσθην, φιλ- τάτη, ὅσον ὅτι πονηροῦ μὲν ἀπηλλάγης ἐραστοῦ χρηστὸν δὲ εὗρες [Ὑπερίδην], συνήσθην. τὴν γὰρ δίκην σοι καὶ πρὸς εὐτυχίαν γεγονέναι νομίζω. διαβόητον γάρ σε οὐκ ἐν ταῖς Ἀθήναις μόνον, ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι ἁπάσῃ ὁ ἀγὼν ἐκεῖνος πεποίηκεν. Εὐθίας μὲν οὖν ἱκανὴν τιμωρίαν δώσει τῆς σῆς ὁμιλίας στερούμενος· ὑπὸ γὰρ ὀργῆς μοι δοκεῖ κινηθεὶς διὰ τὴν ἔμφυτον ἀμαθίαν ὑπερᾶραι τὸ μέτρον τῆς ἐρωτικῆς ζηλοτυπίας. καὶ νῦν ἐκεῖνον ἐρῶντα μᾶλλον εὖ ἴσθι ἢ Ὑπερ〈ε〉ίδην. ὁ μὲν γὰρ διὰ τὴν τῆς συνηγορίας χάριν δῆλός ἐστι σπουδάζεσθαι βουλόμενος καὶ ἐρώμενον ἑαυτὸν ποιῶν, ὁ δὲ τῷ ἀποτεύγματι τῆς δίκης παρώξυνται. προσδέχου δὴ πάλιν ἀπʼ αὐτοῦ δεήσεις καὶ λιτανείας καὶ πολύ χρυσίον. μὴ δὴ καταδιαιτήσῃς ἡμῶν, ὦ φιλτάτη, τῶν ἑταιρῶν, μηδʼ Ὑπερ〈ε〉ίδην κακῶς δόξαι βεβουλεῦσθαι ποιήσῃς τὰς Εὐθίου ἱκεσίας προσιεμένη, μηδὲ τοῖς λέγουσί σοι ὅτι, εἰ μὴ τὸν χιτωνίσκον περιρρηξαμένη τὰ μαστάρια τοῖς δικασταῖς ἐπέδειξας, οὐδὲν 〈ἂν〉 ὁ ῥήτωρ ὠφέλει, πείθου. καὶ γὰρ αὐτὸ τοῦτο ἵνα ἐν καιρῷ γένηταί σοι ἡ ἐκείνου παρέσχε συνηγορία.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
