# Epistulae 4 [ΙΙΙ 7]. Ἑτοιμόκοσσος Ζωμεκπνέοντι.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/4%20%5B%CE%99%CE%99%CE%99%207%5D.%20%E1%BC%99%CF%84%CE%BF%CE%B9%CE%BC%CF%8C%CE%BA%CE%BF%CF%83%CF%83%CE%BF%CF%82%20%CE%96%CF%89%CE%BC%CE%B5%CE%BA%CF%80%CE%BD%CE%AD%CE%BF%CE%BD%CF%84%CE%B9.

Ἰατταταιάξ, τίς ἦν ἡ χθὲς ἡμέρα; ἢ τίς δαίμων ἢ θεὸς ἀπὸ μηχανῆς ἐρρύσατό μ᾿ ἐν ἀκαρεῖ μέλλοντα παρὰ τοὺς πλείονας ἰέναι; εἰ μὴ γὰρ ἀναζεύξαντά με τοῦ συμποσίου κατά τινα ἀγαθὴν τύχην Ἀκεσίλαος ὁ ἰατρὸς ἡμιθνῆτα, μᾶλλον δὲ αὐτόνεκρον, θεασάμενος [ἕνα τῶν κάτω], 〈τοῖς〉 μαθηταῖς ἐπέταττεν φοράδην ἀνελεῖν, 〈καὶ〉 ἤγαγεν ὡς ἑαυτὸν οἴκαδε καὶ ἀπερᾶν ἐπηνάγκασεν, ἔπειτα ῥυῆναι φλέβα διατεμὼν τὸ πολὺ τοῦ αἵματος ἐποίησεν, οὐδὲν ἂν ἐκώλυσεν ἀνεπαισθή- τῳ με τῶ θανάτῳ διαφθαρέντα ἀπολωλέναι. οἷα γὰρ οἷα [πάσχει τὰ δίκαια] 〈οἱ〉 λακκόπλουτοι εἰργάσαντό με ἄλλος ἄλλοθεν περιττὰ πίνειν καὶ πλείω ἢ κατὰ τὸ κύτος τῆς γαστρὸς ἐσθίειν. ἀναγκάζοντες. ὁ μὲν γὰρ ἀλλᾶντα ἐνέσαττεν, ὁ δὲ κόπαιον εὐμέγεθες παρ- ώθει ταῖς γνάθοις, ὁ δὲ κρᾶμα, οὐκ οἶνον, ἀλλὰ νᾶπυ καὶ γάρον καὶ ὄξος κερασάμενος, καθάπερ εἰς πίθον ἐνέχει. αὐτίκα λέβητας πιθάκνας ἀμίδας ἐμῶν ἀπεπλή- ρωσα, ὥστε αὐτὸν τὸν Ἀκεσίλαον θαυμάζειν ποῦ καὶ τίνα τρόπον ἐχώρησα τοσοῦτον βρωμάτων φορυτόν. ἀλλ᾿ ἐπειδὴ θεοὶ σωτῆρες καὶ ἀλεξίκακοι προὔπτου με κιν- δύνου φανερῶς ἐξείλοντο, ἐπ᾿ ἐργασίαν τρέψομαι καὶ Πειραιεῖ βαδιοῦμαι τὰ ἐκ τῶν νεῶν φορτία ἐπὶ τὰς ἀποθήκας μισθοῦ μετατιθείς. ἄμεινον γὰρ [ἐπὶ] θύμοις καὶ ἀλφίτοις διαβόσκειν τὴν γαστέρα, ὁμολογουμένην ἔχοντα τὴν τοῦ ζῆν ἀσφάλειαν, ἢ πεμμάτων ἀπολαύ- οντα καὶ φασιανῶν ὀρνίθων τὸν ἄδηλον ὁσημέραι θάνατον ἀπεκδέχεσθαι.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
