# Epistulae 4 [I 4]. Κυμόθο〈ο〉ς Τριτωνίδι.

Alciphron, Epistulae, LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/4%20%5BI%204%5D.%20%CE%9A%CF%85%CE%BC%CF%8C%CE%B8%CE%BF%E3%80%88%CE%BF%E3%80%89%CF%82%20%CE%A4%CF%81%CE%B9%CF%84%CF%89%CE%BD%CE%AF%CE%B4%CE%B9.

Ὅσον ἡ θάλαττα τῆς γῆς διαλλάττει, τοσοῦτον καὶ ἡμεῖς οἱ ταύτης ἐργάται τῶν κατὰ πόλεις ἢ κώμας οἰ- κούντων διαφέρομεν. οἱ μὲν γὰρ ἢ μένοντες εἴσω πυλῶν τὰ δημοτικὰ διαπράττονται, ἢ γεωμορίᾳ προσ- ανέχοντες τὴν ἐκ τῆς βώλου πρὸς διατροφὴν ἀναμέ- νουσιν ἐπικαρπίαν· ἡμῖν δὲ οἷς βίος ἐν ὕδασι, θάνα- τος ἡ γῆ καθάπερ τοῖς ἰχθύσιν ἥκιστα δυναμένοις ἀναπνεῖν τὸν ἀέρα. τί δὴ οὖν παθοῦσα, ὦ γύναι, τὴν ἀκτὴν ἀπολιποῦσα καὶ τὰ νήματα τοῦ λίνου ἄστυδε θαμίζεις Ὠσχοφόρια καὶ Λήναια ταῖς πλουσίαις Ἀθη- ναίων συνεορτάζουσα; οὐκ ἐστι τοῦτο σωφρονεῖν οὐδ᾿ ἀγαθὰ διανοεῖσθαι. οὐχ οὕτω δή σε ὁ πατὴρ ἐκ τῆς Αἰγίνης, οὗ τεχθῆναί σε καὶ τραφῆναι συνέβη, μυεῖ- σθαι ὑπʼ ἐμοὶ γάμῳ παρέδωκεν. εἰ τὴν πόλιν ἀσπάζῃ, χαῖρε καὶ ἄπιθι· εἰ δὲ τὰ ἐκ θαλάττης ἀγαπᾷς, ἐπάνιθι εἰς τὸν ἄνδρα τὸ λῶον ἑλομένη, λήθη δέ σοι ἔστω μακρὰ τῶν κατʼ ἄστυ τούτων ἀπατηλῶν θεαμάτων.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
