# Epistulae 42 [III 74]. Φρυγοκοίλης Βορβοροζώμῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/42%20%5BIII%2074%5D.%20%CE%A6%CF%81%CF%85%CE%B3%CE%BF%CE%BA%CE%BF%CE%AF%CE%BB%CE%B7%CF%82%20%CE%92%CE%BF%CF%81%CE%B2%CE%BF%CF%81%CE%BF%CE%B6%CF%8E%CE%BC%E1%BF%B3.

Ὑβρίζεσθαι πρὸς τοῦ τρέφοντος, εἰ καὶ ἀνόσιον, φορητόν, ἅπαξ ἐκδόμενον τὸ σῶμα τοῖς προπηλακίζειν ἐθέλουσιν ἕνεκα τῆς ἀθεμίτου γαστρός· τὸ δὲ καὶ ὑπὸ τῶν συμπαρόντων, πολλῷ βαρύτερον· τὸ δὲ μὴ μόνον ὑπὸ τούτων ἀλλὰ καὶ ὑπὸ τῶν ἰταμωτέρων οἰκετῶν, ἔτι χαλεπώτερον. εἰ δὲ προσθείην καὶ τὰς θεραπαινίδας κιχλιζούσας καὶ μωκωμένας καὶ γέλωτα τὴν ἡμετέραν ἀτυχίαν ποιουμένας, τότε σχέτλια καθʼ Ὅμηρον ἀπο- δυσπετῶ. τοῦτο γὰρ Αὐτόχθονος ἤκουσα τοῦ γραμ- ματικοῦ ποτε καὶ μνήμῃ συνέχω ‘Ζεῦ πάτερ· οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλος’. ὀλέθριοι γὰρ ἀληθῶς οἱ δαίμονες οἱ ταῦτα ἐφʼ ἡμῖν πρυτανεύοντες, ἵνʼ ἐγὼ μὲν ὑπομένω κινδύνους ἀλγεινούς, γέλωτος δὲ ὑπό- θεσις 〈ᾖ〉 τοῖς χειρίστοις τἀμά.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
