Ancient Greek
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 5 [I 26]. Ἀγελαρχίδης Πυθολάῳ.
Not analysed yet
Μέγα, ὦ γενναῖε, κακόν εἰσιν οἱ κατὰ τὴν πόλιν τοκογλύφοι. ἐγὼ γὰρ οὐκ οἶδα τί παθών, δέον παρὰ σὲ ἢ παρά τινα ἄλλον τῶν κατʼ ἀγρὸν γειτόνων ἐπεὶ κατέστην ἐν χρείᾳ χρημάτων, βουλόμενος ἐπὶ Κο- λωνῷ πρίασθαι χωρίον, ξεναγήσαντός μέ τινος τῶν ἀστικῶν ἐπὶ τὰς Βυρτίου θύρας ἀφικόμην. εἶτα κατα- λαμβάνω πρεσβύτην ὀφθῆναι ῥικνόν, συνεσπακότα τὰς ὀφρῦς, χαρτίδια ἀρχαῖά τινα σαπρὰ δὲ διὰ τὸν χρόνον, ὑπὸ κόρεων καὶ σητῶν ἡμίβρωτα, διὰ χειρὸς κατέχοντα. εὐθὺς μὲν οὖν μόλις με προσεῖπε, ζημίαν ἡγούμενος τὴν προσηγορίαν. εἶτα τοῦ προξένου φήσαντος ὡς δεοίμην χρημάτων, πόσων ἤρετο ταλάντων. ἐμοῦ δὲ θαυμάσαντος τὴν ὑπερβολὴν διέπτυεν εὐθέως καὶ δῆ- λος ἦν δυσχεραίνων. ὅμως 〈δ᾿〉 ἐδίδου καὶ ἀπῄτει γραμματεῖον καὶ πρὸς τῷ ἀρχαίῳ τόκον βαρύν καὶ τὴν οἰκίαν ὑποτεθειμένος ἣ ἔστι μοι. μέγα τι κακόν εἰσιν οἱ περὶ τὰς ψήφους καὶ τῶν δακτύλων τὰς κατακάμψεις ἀλινδούμενοι. μή μοι γένοιτο, ἀγροίκων ἔφοροι δαίμονες, μὴ λύκον ἔτι, μὴ δανειστὴν ἰδεῖν.