# Epistulae 5 ΙΙΙ 8]. Οἰνοπνίκτης Κοτυλοβροχθίσῳ.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/5%20%CE%99%CE%99%CE%99%208%5D.%20%CE%9F%E1%BC%B0%CE%BD%CE%BF%CF%80%CE%BD%CE%AF%CE%BA%CF%84%CE%B7%CF%82%20%CE%9A%CE%BF%CF%84%CF%85%CE%BB%CE%BF%CE%B2%CF%81%CE%BF%CF%87%CE%B8%CE%AF%CF%83%E1%BF%B3.

Ἴθι, λαβὼν τὴν σύριγγα καὶ τὰ κύμβαλα ἧκε περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπὶ τὸν χρυσοῦν στενω- πὸν ἐπὶ τὴν Ἄγνον, ἔνθα συμβαλεῖν ἡμῖν ἐξέσται καὶ τὸ ἐντεῦθεν ἀπὸ Σκίρου λαβοῦσι Κλυμένην τὴν ἑταί- ραν ἀγαγεῖν παρὰ τὸν νεόπλουτον Θηριππίδην τὸν Αἰξωνέα. διακαῶς δὲ αὐτῆς οὗτος ἐρᾷ πολὺς ἐξ οὗ χρόνος, καὶ δαπανᾶται οὐκ ὀλίγα μάτην· ᾐσθημένη γὰρ τὸν ἔρωτα ἐκκεκαυμένον τοῦ μειρακίου, θρύπτε- ται καὶ συνεχῶς ἀκκίζεται, καὶ πλείονα ἐπὶ πλείοσιν ἀποφερομένη οὔ φησιν ἑαυτὴν ἐπιδώσειν, εἰ μή τι χωρίον πρὸς τοῖς ἀργυρίοις λάβοι. ὥρα οὖν καὶ βίᾳ ταύτην, εἰ συνήθως ἀντιτείνοιτο ἡμῖν, ἀποσπᾶν. δύο δὲ ὄντε καὶ ἐρρωμένω τάχιστα αὐτὴν καὶ ἄκουσαν ἀπάξαι δυνησόμεθα. Θηριππίδης δὲ εἰ τοῦτο αἴσθοιτο καὶ τοὖργον ἐπιγνοίη τῆς ἡμετέρας ἀγρυπνίας κατόρ- θωμα, ληψόμεθα χρυσοῦς τοῦ νέου κόμματος οὐκ ὀλί- γους καὶ λαμπρὰν ἐσθῆτα, καὶ προσέτι τὴν οἰκίαν εἰσιέναι ἐπʼ ἀδείας ἕξομεν καὶ [τὸ] χρῆσθαι τὸ λοιπὸν ἀνεπικωλύτως. τάχα δὲ οὐδὲ παρασίτους ἡμᾶς ἀλλὰ φίλους ἡγήσεται· οἱ γὰρ παράκλησιν εἰς εὐποιίαν μὴ ἀναμείναντες οὐκέτι κόλακες ἀλλὰ φίλοι νομίζονται.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
