# Epistulae 6 [ΙΙΙ 43]. Ψιχοκλά [υ]στης Βουκίωνι.

Alciphron, Epistulae, LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/6%20%5B%CE%99%CE%99%CE%99%2043%5D.%20%CE%A8%CE%B9%CF%87%CE%BF%CE%BA%CE%BB%CE%AC%20%5B%CF%85%5D%CF%83%CF%84%CE%B7%CF%82%20%CE%92%CE%BF%CF%85%CE%BA%CE%AF%CF%89%CE%BD%CE%B9.

Τῇ προτεραίᾳ ξυράμενοι τὰς κεφαλὰς ἐγὼ καὶ Στρου- θίας καὶ Κύναιθος οἱ παράσιτοι, λουσάμενοι εἰς τὸ ἐν Σηραγγείῳ βαλανεῖον, ἀμφὶ τὴν πέμπτην ὥραν δρόμον ἀφέντες εἰς τὸ προάστειον τὸ Ἀγκυλῆσι τὸ Χαρικλέους τοῦ μειρακίου ᾠχόμεθα, ἔνθα αὐτός τε ἀσμένως ὑσπεδέξατο φιλογέλώς τε ὢν καὶ φιλαναλώ- της, ἡμεῖς τε διατριβὴν αὐτῷ καὶ τοῖς συμπόταις παρ- έσχομεν, παρὰ μέρος ἀλλήλους ἐπιρραπίζοντες καὶ ἀνά- παιστα εὔκροτα ἐπιλέγοντες αὐτοσκωμμάτων ἁλυκῶν καὶ αὐτοχαρίτων ἀστεϊσμῶν αἱμυλίας γέμοντα. ἐν τούτῳ δέ, ἱλαρώτατα καὶ εὐφροσύνως διακειμένου τοῦ συμποσίου, ἐπέστη ποθὲν Σμικρίνης ὁ δύστροπος καὶ δύσκολος· εἵπετο δʼ αὐτῷ πλῆθος οἰκετῶν, οἳ δραμόν- τες ἐφʼ ἡμᾶς ὥρμησαν. αὐτὸς δὲ ὁ Σμικρίνης πρῶτον μὲν τῇ καμπύλη παίει τὸν νῶτον τοῦ Χαρικλέους, ἔπειτα ἐπὶ κόρρης πατάξας ἦγεν ὡς ἔσχατον ἀνδρα- πόδων. ἡμεῖς δὲ νεύματι μόνῳ τοῦ πρεσβύτου εἰς τοὐπίσω τὰς χεῖρας ἐστρεβλούμεθα· τὰ δὲ μετὰ ταῦτα ξήνας ἡμᾶς ὑστριχίσιν οὐκ ὀλίγας οὐδʼ εὐαριθμήτους, τέλος ἀγαγὼν εἰς τὸ δεσμωτήριον ἀπέθετο 〈ὁ〉 ἄγριος γέρων. καὶ εἰ μὴ συνήθης ὢν καὶ πολλὰ καθηδυπα- θήκας μεθʼ ἡμῶν ὁ χαρίεις Εὐθύδικος, ἀνὴρ ἐν τοῖς πρώτοις τοῦ συνεδρίου τῶν Ἀρεοπαγιτῶν, ἀνέῳξεν ἡμῖν τὸ δεσμωτήριον, τάχ᾿ ἂν καὶ τῷ δημίῳ παρεδό- θημεν. οὕτως ὁ δριμὺς γέρων καὶ πικρὸς ἐνεπίμπρατο καθ᾿ ἡμῶν, καὶ πάντα ἔπραττεν ὡς ἂν τὴν ἐπὶ θανά- τῳ ἴσα τοῖς ἀνδροφόνοις καὶ ἱεροσύλοις ἀπαχθείημεν.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
