Ancient Greek
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 6[III 42] Ῥαγοστράγγισος Στεμφυλοδαίμουι.
Not analysed yet
Ἄρδην ἀπόλωλά σοι· ὁ γὰρ χθὲς εὐπάρυφος, πινα- ροῖς, ὡς ὁρᾷς, καὶ τρυχίνοις ῥακίοις τὴν αἰδῶ περισκέπω. ἀπέδυσε γάρ με Παταικίων ὁ παμπόνηρος, ὃς τὰ κέρ- ματά με —εἶχον δέ, ὡς οἶσθα, ὑπόσυχνον ἀργύριον —δεξιαῖς χρώμενος ταῖς καλινδήσεσι τῶν κύβων ἄχρι δραχμῶν καὶ ὀβολῶν ἀπεσύλησεν. ἐξὸν δέ μοι παρι- δεῖν ὅσον ἐζημιώθην, εἶτʼ ἀθῴῳ γενέσθαι τοῦ πλείονος, ἐκ τῆς κατʼ ὀργὴν ἔριδος τὴν εἰς τοὔσχατον ὑπέμεινα βλάβην· καθʼ ἓν γὰρ ἕκαστον τῶν ἱματίων ἐκ προκλή- σεως ἀποτιθείς, τέλος ἁπάντων ἐψιλώθην τῶν ἐνδυμά- των. ποῖ δὴ οὖν βαδιστέον; χαλεπῶς γὰρ καὶ λάβρως ἐπαιγζων ὁ βορρᾶς δίεισί μου τῶν πλευρῶν ὥσπερ βέλος. ἐς Κυνόσαργες ἴσως οἰχητέον. ἢ γάρ τις τῶν ἐκεῖ νεανίσκων κατοικτείρας ἀμφιάσει με ἱματίοις, ἢ καταλήψομαι ἐγγύθεν τὰς καμίνους καὶ τῷ πυρὶ ὁ δύστηνος θάλψομαι· τοῖς γὰρ γυμνοῖς σισύρα καὶ ἐφεστρὶς ἡ φλὸξ [καὶ τὸ ἐκ τῆς εἵλης θέρεσθαι].