Ancient Greek
LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉
Alciphron, Epistulae 8 [I 35]. Σιμαλίων Πετάλη.
Not analysed yet
Εἰ μὲν ἡδονήν σοί τινα φέρειν ἢ φιλοτιμίαν πρός τινας τῶν διαλεγομένων οἴει τὸ πολλάκις ἡμᾶς ἐπὶ τὰς θύρας φοιτᾶν καὶ τοῖς πεμπομένοις πρὸς τούς εὐτυχεστέρους ἡμῶν θεραπαινιδίοις ἀποδύρεσθαι, οὐκ ἀλόγως ἡμῖν ἐντρυφᾷς. ἴσθι μέντοι, καίτοι ποιῶν οἶδα πρᾶγμα ἀσύμφορον ἐμαυτῷ, οὕτω με διακείμενον ὡς ὀλίγοι τῶν ἐντυγχανόντων σοι νῦν ἀμεληθέντες ἂν διατεθεῖεν. καίτοι γε ᾤμην τὸν ἄκρατον ἔσεσθαί μοι παρηγόρημα, ὃν παρʼ Εὐφρονίῳ τρίτην ἐσπέραν πολύν τινα ἐνεφορησάμην, ὡς δὴ τὰς παρὰ τὴν νύκτα φρον- τίδας διωσόμενος· τὸ δὲ ἄρα ἐναντίως ἔσχεν. ἀνερρί- πισε γάρ μου τὴν ἐπιθυμίαν ὥστε κλαίοντά με καὶ βρυχώμενον ἐλεεῖσθαι μὲν παρὰ τοῖς ἐπιεικεστέροις, γέλωτα δὲ τοῖς ἄλλοις παρέχειν. μικρὰ δʼ ἔτι ἐστί μοι παραψυχὴ καὶ μαραινόμενον ἤδη παραμύθιον . . . . . ,ὅν μοι ὑπὸ τὴν λυπρὰν 〈ἐν〉 τῷ συμποσίῳ μέμψιν προσέρριψας ἀπʼ αὐτῶν περισπάσασα τῶν πλοκάμων, ὡς δὴ πᾶσι τοῖς ὑφ᾿ ἡμῶν πεμφθεῖσιν ἀχθομένη. εἰ δή σοι ταῦτα ἡδονὴν φέρει, ἀπόλαυε τῆς ἡμετέρας μερίμνης, κἂν σοι φίλον διηγοῦ τοῖς νῦν μὲν μακα- ριωτέροις ἡμῶν, οὐκ εἰς μακρὰν δέ, ἄνπερ ὡς ἡμεῖς ἔχωσιν, ἀνιασομένοις. εὔχου μέντοι μηδέν σοι νεμε- σῆσαι ταύτης τῆς ὑπεροψίας τὴν Ἀφροδίτην. ἕτερος ἂν λοιδορούμενος ἔγραφε καὶ ἀπειλῶν, ἀλλʼ ἐγὼ δεό- μένος καὶ ἀντιβολῶν· ἐρῶ γάρ, ὦ Πετάλη, κακῶς. φο- βοῦμαι δέ, μὴ κάκιον ἔχων μιμήσωμαί τινα τῶν περὶ τὰς ἐρωτικὰς μέμψεις ἀτυχεστέρων.