Ancient Greek
LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.
Alciphron, Epistulae 8 [I 8]. Εὐκόλυμβος Γλαύκῃ.
Not analysed yet
Οἱ τὴν γνώμην ἀμφίβολοι τὴν παρὰ τῶν εὐνοούν- των κρίσιν ἐκδέχονται. κἀγὼ τὰ πολλὰ ταῖς αὔραις διαλαλήσας —οὐδὲ γὰρ οὐδὲν πρὸς σὲ ἐθάρρουν ὦ γύναι —νῦν ἐξαγορεύω καὶ δέομαι τὸ λῷον ᾑρημένην συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα, ὡς οἶσθα, παν- τελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κω- πήρης, 〈ὁ〉 τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος, Κωρύ- κιόν ἐστι σκάφος, λῃσταὶ δʼ Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ τολμήματος, πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνού- μενοι. πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα, ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας, ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε· μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν. τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς, ὦ γύναι, ἅπαξ, ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφί- βολον.