# Epistulae 8 [I 8]. Εὐκόλυμβος Γλαύκῃ.

Alciphron, Epistulae, LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alciphron/epistulae/8%20%5BI%208%5D.%20%CE%95%E1%BD%90%CE%BA%CF%8C%CE%BB%CF%85%CE%BC%CE%B2%CE%BF%CF%82%20%CE%93%CE%BB%CE%B1%CF%8D%CE%BA%E1%BF%83.

Οἱ τὴν γνώμην ἀμφίβολοι τὴν παρὰ τῶν εὐνοούν- των κρίσιν ἐκδέχονται. κἀγὼ τὰ πολλὰ ταῖς αὔραις διαλαλήσας — οὐδὲ γὰρ οὐδὲν πρὸς σὲ ἐθάρρουν ὦ γύναι — νῦν ἐξαγορεύω καὶ δέομαι τὸ λῷον ᾑρημένην συμβουλεῦσαι. ἄκουε δὴ ὡς ἔχει καὶ πρὸς ὅ τι σε δεῖ τὴν γνώμην ἐξενεγκεῖν. τὰ ἡμέτερα, ὡς οἶσθα, παν- τελῶς ἐστιν ἄπορα καὶ βίος κομιδῇ στενός· τρέφει γὰρ οὐδὲν ἡ θάλαττα. ὁ λέμβος οὖν οὗτος ὃν ὁρᾷς ὁ κω- πήρης, 〈ὁ〉 τοῖς πολλοῖς ἐρέταις κατηρτυμένος, Κωρύ- κιόν ἐστι σκάφος, λῃσταὶ δʼ Ἀτταλῆς τὸ ἐν αὐτῷ σύστημα. οὗτοί με κοινωνὸν ἐθέλουσι λαβεῖν τοῦ τολμήματος, πόρους ἐκ πόρων [εὐμεγέθεις] ὑπισχνού- μενοι. πρὸς μὲν οὖν τὸν χρυσὸν ὃν ἐπαγγέλλονται καὶ τὴν ἐσθῆτα κέχηνα, ἀνδροφόνος δὲ οὐχ ὑπομένω γενέσθαι οὐδὲ μιᾶναι λύθρῳ τὰς χεῖρας, ἃς ἡ θάλαττα ἐκ παιδὸς εἰς δεῦρο καθαρὰς ἀδικημάτων ἐφύλαξε· μένειν δὲ πενίᾳ συζῶντα χαλεπὸν καὶ οὐ φορητόν. τούτων σὺ τὴν αἵρεσιν ταλάντευε. ὅπου γὰρ ἂν ῥέψῃς, ὦ γύναι, ἅπαξ, ἐκεῖσε ἀκολουθήσω. ἀποκόπτειν γὰρ εἴωθε τῆς γνώμης ἡ τῶν φίλων συμβουλὴ τὸ ἀμφί- βολον.

---

Alciphron, Epistulae, ed. M. A. Schepers. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0640.tlg001.local001/.
