# Testimonia 2.117.3

Alcmaeon, Testimonia, 2.117.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alcmaeon-phil/testimonia/2.117.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alcmaeon-phil/testimonia/2.117.3

5 THEOPHR. de sens. 25 f. (D. 506) τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀ. μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῷα διαφορὰν. ἄνθρωπον γὰρ 15 φησὶ τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι, τὰ δ’ ἄλλα αἰσθάνεται μέν, οὐ ξυνίησι δὲ [B 1a], ὡς ἕτερον. ὅν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὖ, καθάπερ Ἐμπεδοκλῆς. τούτων· ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὠσίν, διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἥχειν (φθέγγεσθαι δὲ τῷ κοιλῷ . τὸν ἄέρα δ’ ἀντῆχειν. ὀσφραίνεσθαι δὲ ῥυῖν ἄμα τῷ ἀναπνεῖν ἀνάγκαντα 20 τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τῆκει τῇ θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μαυότητα καὶ ἀπαλότητα. (26) ὀφθαλμοὺς δὲ ὁρᾶν διὰ τοῦ πέριξ ὕδατος. ὅτι δ’ ἔχει πῦρ δῆλον εἶναι· πληγέντος γὰρ ἐκλάμψειν. ὁρᾶν δὲ τῷ στίλβοντι καὶ τῷ διαφανεῖ, ὅταν ἀντιφαίνη. καὶ ὅσον ἂν καθαρώτερον ᾖ, μᾶλλον. ἀπάσας δὲ 25 τὰς αἰσθήσεις συννητῆσθαι πως πρὸς τὸν ἐγκέφαλον· διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χῶραν· ἐπιλαμβάνειν γὰρ τοὺς πόρους. δι’ ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἀφῆς οὐκ εἵρηκεν οὔτε πῶς οὔτε τίνι γίνεται. [ἀλλ’] Ἀ. μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν.

---

Alcmaeon Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000159.
