# Fragmenta 97-110

Alcman, Fragmenta, 97 to 110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alcman-lyr/fragmenta-2/97
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alcman-lyr/fragmenta-2/97

Λάδος εἰμένα καλόν. Καλλὰ μελισδομέναι. Τὰ ἕὰ κάδεα. Τὸ νέκταρ ἐδμεναι. Plut. de mus. c. 14: Οὐ μόνῃ δὲ κιθάρᾳ Ἀπόλλωνος, ἀλλὰ καὶ ἀυλητικῆς καὶ κιθαριστικῆς εὕρετης ὁ θεός . . . ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεὸν φασιναὐλῆσαι, καθάπερ ἱστορεῖ ὁ ἄριστος μελῶν ποιητὴς Ἀλκμάν. Schol. Aristoph. Pac. 457: Πρὸς τοὺς οἰομένους τῶν νεωτέρων τὸν αὐτὸν εἶναι Ἄρεα καὶ Ἐννάλιον, κατ' ἐπίθετον· τινὲς δὲ Ἄρεως καὶ Ἐννοῦς τὸν Ἐννάλιον, οἱ δὲ Κρόνου καὶ Ῥέας. Ἀλκμᾶνα δὲ λέγουσιν ὅτε μὲν τὸν αὐτὸν λέγειν, ὅτε δὲ διαιρεῖν. Pausan. III 18, 6: Ἔς Ἀμύκλας δὲ κατιοῦσιν ἐκ Σπάρτης ποταμὸς ἐστι Τίασα. θυγάτερα δὲ νομίζουσιν εἶναι τοῦ Εὐρώτα τὴν Τίασαν· καὶ πρὸς αὐτῇ Χαρίτων ἐστὶν ἱερὸν Φαέννας καὶ Κλη-862 τᾶς, καθὰ δὴ καὶ Ἀλκμὰν ἐποίησεν. Plut. de Herod. malign. c. 14: Καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν οὔχ Ὅμηρος, οὔχ Ἡσίοδος, οὔχ Ἀρχίλοχος, οὐ Πείσανδρος, οὐ Στησίχορος, οὐχ Ἀλκμάν, οὐ Πίνδαρος Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλ' ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιωτίον ὁμοῦ καὶ Ἀργεῖον. Tzetz. in Il. 65 ed. Herm.: Θαλῆς, Πυθαγόρας, Πλάτων τε καὶ οἱ Στωικοὶ διαφορὰν ἴσασιν δαιμόνων τε καὶ ἡρώων· δαίμονας γὰρ φάσκουσιν ἀσώματους εἶναι οὐσίας· ἥρωας δὲ ψυχὰς σωμάτων διαζυγεύσας. Ὀφρὲς δὲ καὶ Ὀμήρος, Ἡσίοδος τε καὶ Ἀλκμάν ὁ λυροποιὸς καὶ οἱ λοιποὶ ποιηταὶ ἀλληγάλλως ταῦτα ἐκδίδονται. Fort. pertinet ad Fr. 69. Aelian. Var. Hist. XII 36: Ἔοικασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνάδειν ἀλλήλοις . . . Ἀλκμάν δέκα φησίν. Aelian. Hist. Anim. XII 3: Ὀμήρῳ μὲν οὖν φροντὴν Ξάνθῳ τῷ ἵππῳ δόντι συγγνώμην νέμειν ἀξία· ποιητῆς γάρ· καὶ Ἀλκμάν δὲ μιμούμενος ἐν τοῖς τοιούτοις Ὀμήρον οὐκ ἂν φέροιτο αἰτίαν· ἔχει γὰρ ἀξιόχρεων εἰς αἰδῶ τὴν πρωτίστην τόλμαν.

---

Alcman Lyr., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000160.
