# Ek Ton Alexandrou 3.1

Alexander, Ek Ton Alexandrou, 3.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-2/ek-ton-alexandrou/3.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander-2/ek-ton-alexandrou/3.1

ΠΕΡΙ ΡΗΤΟΡ. ΑΦΟΡΜΩΝ. φέρει ἐπαινος ἐγκωμίον, ἢ τὸ ἀληθὲς τοῦ πιθανοῦ. οἱ γὰρ ὡς φρονοῦσιν οὕτως ἀποφαίνόμενοι ἐπὶ τινων μετ’ εὐφημίας, οὗτοι ἐπαίνον λέγουσι, τῷ κεκτηθᾶι τὴν ἀρετὴν οὐ διὰ τοῦ λόγου μαρτυρίαν μόνον παρεχόμενοι, ἀλλὰ καὶ τὴν τῆς γνώμης συγκατάθεσιν. ἀμέλει οἱ πα- 5 λαιοὶ καὶ τὸ συγκατατίθεσθαι μόνον ἐπαίνον ἐκάλουν, ὡς παρ’ Ὁμήρῳ, οἱ δ’ ἐπῆνεον. τὸ δ’ ἐγκώμιον μιμεῖται μὲν τοῦ ἐπαίνου τὴν εὐφημίαν, οὐ μὴν ἔχει γε τὴν συγκατάθεσιν ἀληθῆ παρὰ τῆς ψυχῆς τοῦ τὸ ἐγκώμιον διεξιόντος. ἀμέλει ὅταν χύτρας ἐγκωμιάζωμεν ἢ ψήφους, 10 ὡς Πολυκράτης, οὐ πάντως καὶ τεθανακότες τὴν χύτραν ἢ τὰς ψήφους ἐπαινοῦμεν, ἀλλὰ γυμνάζοντες ἑαυτοὺς πιθανοῖς τισὶ λόγοις. οἰκεῖαι δὲ τῷ μὲν ἐγκωμίῳ δόξα καὶ εὐδοξία, τῷ δ’ ἐπαίνῳ κλῆς καὶ εὐκλεία· δόξα 15 μὲν γὰρ ἐστὶ τὸ προειρημένον. οἱ οὖν ἐγκωμιάζοντες εἰκότως ταῖς δόξαις τῶν πολλῶν χρώμενοι πιθανότητος ἐπιμελοῦμενοι, κλῆς δὲ ἐστὶν ἐπαινος κεκριμένος παρὰ σπουδαίων γιγνόμενος, καὶ ἡ εὐκλεία ἐπίτασις πάλιν τοῦ προειρημένου. οἱ γοῦν ἐπαινοῦντες * ἀλλὰ τὸ ἀλη- 20 θὲς ταῖς τῶν σπουδαίων κρίσει συγκατατίθενται. ἀντίκεῖται δὲ πάλιν τῷ μὲν ἐγκωμίῳ ψόγος, τῇ δὲ δόξῃ ἀδοξία. ψόγος μὲν οὖν ἐστὶν ὁ τῷ ἐγκωμίῳ ἀντικείμενος λόγος κατηγορίαν ἔχων, ἀδοξία δὲ ἐστὶν ἐπίτασις τοῦ προειρημένου. διὸ πάλιν οἱ τὸν ψόγον μεταχειριζόμενοι ταῖς 25 ἀδοξίαις καὶ ταῖς κακοδοξίαις προσχρώμενοι. τῷ δὲ ἐπαίνῳ ἀντίκειται ψόγος, ὁμώνυμος μὲν ἐκείνῳ τῷ ψόγῳ, ὅς ἀντέκειτό μοι τῷ ἐγκωμίῳ, ὡς δηλοῦσιν οἱ ὅροι· ψόγος γὰρ ἐστὶν ὁ τῷ ἐπαίνῳ ἀντικείμενος λόγος, κατηγορίαν τὴν ἀπὸ κακίας ἔχων. δυσκλεία δὲ ὁ τῷ κλέει ἀντικείμε- 30 νος λόγος, παρὰ σπουδαίοις γιγνόμενος, ἐπίτασιν προςειληφώς. διὸ πάλιν οἱ μεταχειριζόμενοι τὸν ψόγον τὸν ἀντικείμενον τῷ ἐπαίνῳ ταῖς κρίσει τῶν σπουδαίων συγκατατίθενται, πανταχοῦ τὸ ἀληθές, οὐ τὸ πιθανὸν 335

---

Alexander, Ek Ton Alexandrou. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003889.
