# Fragmenta 338.2

Alexander, Fragmenta, 338.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-lyr-et-trag/fragmenta-2/338.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander-lyr-et-trag/fragmenta-2/338.2

10 Περὶ Πεισιδίκης κά. Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προςεχεῖς τῇ ἡπείρῳ νήσους ἐπόρθεῖ, προσοχεῖν αὐτὸν Λέσβον· ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραίζειν. ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες 15 μᾶλα κρατερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἐλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμαίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα, ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεπραμένην 20 ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἰ γε μέλλοι αὐτὴν γυναῖχα ἔξειν. ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγ κρατὴς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι προὔτρεψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν χόρην. μέμνηται 25 τοῦ πάθους τούδε καὶ ὁ τὴν Λέσβον κτίσων ποιήσας ἐν τοῖσδε·

---

Alexander Lyr. et Trag., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000161.
