# Fragmenta 343.2

Alexander, Fragmenta, 343.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-lyr-et-trag/fragmenta-2/343.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/alexander-lyr-et-trag/fragmenta-2/343.2

5 # Περί Ἀπριάτης κζ'. Ἱστορεῖ Εὐφορίων Θρακί. Ἐν Λέσβῳ παιδὸς Ἀπριάτης Τράμβηλος ὁ Τελαμῶνος ἐρασθεὶς πολλὰ ἐποιεῖτο εἰς τὸ προσαναγέσθαι τὴν κόρην· ὡς δ' ἐκείνη οὐ πάνυ ἐνεδίδου, 10 ἐνενοεῖτο δόλῳ καὶ ἀπάτῃ περιγενέσθαι αὐτῆς. πορευομένην οὖν ποτε σὺν θεραπαινίοις ἐπὶ τι τῶν πατρῴων χωρίων, ὁ πλησίον τῆς θαλάσσης ἔκειτο, λοχῆσας εἷλεν. ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἐρ- 15 ρυψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανε δὲ ἀχιβαθὴς οὖσα. καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει· τινὲς μέντοι ἔφασαν διωχομένην ἑαυτὴν ῥῖψαι. Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσιν ἐλάμβανεν ἐκ θεῶν· ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολ- 20 λὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος, ἐπαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθῶν, συνίσταται αὐτῷ. ἐνθα δὴ πληγεὶς εἰς τὰ σῶρα παραχρῆμα πίπτει. ἀγόμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἐτι ἐμψουν

---

Alexander Lyr. et Trag., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000161.
