# De anima libri mantissa 109-119

Alexander of Aphrodisias, De anima libri mantissa, 109 to 119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/109

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ τέλος, εἴ γε κατὰ ταύτην οὐ τὸ ζῆν, ἀλλὰ τὸ εὖ ἡμῖν περιγίνεται μόνον. ἔτι εἰ ὁ τὴν ἀρετὴν ἔχων μάλιστα ἂν παρεῖναι αὑτῷ βούλοιτο τά τε σωματικὰ ἀγαθὰ καὶ τὰ ἐκτός, καὶ παρόντα τε φυλάττοι καὶ μὴ παρόντα ἐκλέγοιτό τε καὶ κτῷτο, καὶ ὑπὲρ αὐτῶν εὔχοιτο τοῖς θεοῖς, δῆλον ὡς ἐλαττούμενος πρὸς τὸ προκείμενον αὐτῶν, εἰ μὴ παρείη ταῦτα, βούλοιτ᾿ ἂν αὐτά. εἰ δὲ ἐλαττοῦται, τῶν ἐναντίων τούτοις παρόντων αὐτῷ, πῶς εὐδαίμων; ἔτι εἰ τὸν μὲν τὴν ἀρετὴν ἔχοντα ἐνδέχεται μαίνεσθαι καὶ νοσεῖν, εὐδαιμονεῖν δὲ τὸν μαινόμενον, ὅτε μαίνεται, ἢ τὸν νοσοῦντα ἢ τὸν κοιμώμενον οὐδεὶς ἂν εἴποι, οὐκ ἂν εἴη τὸ εὐδαιμονεῖν ἐν τῷ τὴν ἀρετὴν ἔχειν. ἔτι εἰ ὅλως πρὸς τὸ εἶναί τε καὶ ὁπωσοῦν ἐνεργεῖν ἡ ἀρετὴ δεῖταί τινων, ἐν δὲ τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ τὸ εὐδαιμονεῖν τινα, πῶς ἂν αὐτάρκης πρὸς εὐδαιμονίαν εἴη, δεομένη τινῶν ἔξωθεν πρὸς τὸ ἐνεργεῖν, ἐν ᾧ τὸ εὐδαιμονεῖν; ἔτι εἰ τῷ σοφῷ τὰ κατὰ φύσιν ὀρεκτά, οὐδενὸς δὲ μάτην ὁ σοφὸς ὀρέγεται, ἔχοι ἂν ταῦτα, ὧν ὀρέγεται, πρὸς τὸ τέλος τὸ οἰκεῖον αὐτοῦ τὴν ἀναφορὰν καὶ συντελοῖ ἄν τι αὐτῷ πρὸς εὐδαιμονίαν. ἔτι ἤτοι προσχρωμένη τισὶν ἡ ἀρετὴ τυγχάνει τοῦ τέλους ἢ ὅλως αὐτὴ καθ᾿ αὐτήν. εἰ μὲν δὴ προσχρωμένη, οὐκ αὐτάρκης ἔσται πρὸς τὸ τέλος, εἰ δὲ καθ᾿ αὑτήν, ταὐτὸν ἔσται ἀρετὴ καὶ εὐδαιμονία. ἀλλὰ ὁρῶμεν ἀδύνατον ἐπὶ τῶν τεχνῶν τὸ τοιοῦτον· τριῶν γὰρ δεῖ καθ᾿ ἑκάστην πρὸς τὸ τέλος, τοῦ τέλους καὶ τοῦ τυγχάνοντος τοῦ τέλους καὶ τοῦ ἐπιφέροντος τὸ τέλος· ὁ μὲν γὰρ τυγχάνων ἰατρὸς ἢ κυβερνήτης, τὸ δὲ τέλος ἡ εὔπλοια ἢ ὑγίεια, τὸ δ᾿ ἐπιφέρον ταῦτα ἰατρικὴ ἢ κυβερνητική. καὶ ἐπὶ εὐδαιμονίας δὴ ὁ μὲν τυγχάνων ὁ σοφός, τὸ δὲ τέλος ἡ εὐδαιμονία, τὸ δ᾿ ἐπιφέρον ἡ ἀρετή.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
