# De anima libri mantissa 135-144

Alexander of Aphrodisias, De anima libri mantissa, 135 to 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/135

καὶ γὰρ τοῦ μηδὲν ἐπισκοτεῖν καὶ διαστήματος συμμέτρου καὶ μεγέθους ποσοῦ καὶ τοῦ ὁραθησομένου χρώματος. οὕτως δὴ καὶ εὖ μὲν ζῶμεν τῇ τῆς ψυχῆς ἀρετῇ, δεόμεθα μέντοι καὶ ἄλλων τινῶν εἰς τοῦτο συνεργῶν τε καὶ ὀργάνων. καὶ γὰρ καὶ κατὰ τὰς τέχνας καὶ ταῖς κατ᾿ αὐτὰς ἀρεταῖς εὖ πράττομεν τὰ κατὰ ταύτας, ἀλλ᾿ ὅμως δεόμεθα πρὸς τὰ κατὰ τὰς τέχνας τέλη καὶ ἄλλων τινῶν, ἅ ἐστιν ἕτερα παρὰ τὰς τέχνας. καὶ ἡ ἀρετὴ δὴ ὡς τέχνη ποιητικὴ τῆς εὐδαιμονίας ἔσται, οὐ μὴν διὰ τοῦτο ἄνευ τῆς ὕλης καὶ τῶν οἰκείων ὀργάνων. ἔτι εἰ μὲν οὕτως λέγοιτο ἡ ἀρετὴ αὐτάρκης πρὸς εὐδαιμονίαν, ὡς καὶ τῶν τεχνῶν ἑκάστη πρὸς τὸ οἰκεῖον ἔργον, ὅτι οὐκ ἄλλης τινὸς τέχνης προσδέονται πρὸς τὸ τὸ κατ᾿ αὐτὰς ποιεῖν ὑγιές (οὐδὲ γὰρ ἡ ἀρετὴ ἄλλης τινὸς δυνάμεως καὶ τέχνης προσδεῖται πρὸς τὸ σὺν ἐκείνῃ τὴν εὐδαιμονίαν ποιεῖν· προσδεήσεται μέντοι κατὰ τοῦτο ὁμοίως ταῖς τέχναις καὶ ἄλλων τινῶν πρὸς τὸ τὸ ἴδιον ἔργον ἀποδιδόναι), εἰ δέ τις λέγοι τὰς ἀρετὰς οὕτως αὐτάρκεις πρὸς εὐδαιμονίαν, ὅτι μηδέ τινος ὅλως ἔξωθεν προσδέονται, οὐχ ὑγιῶς ἐρεῖ. πολλῶν γὰρ ἔξωθεν, ὥσπερ αἱ τέχναι, οὕτως δὲ καὶ ἡ ἀρετὴ δεῖται, ὡς ἐδείχθη, πρὸς τὸ περιποιῆσαι τὸ τέλος. τὸ δὲ φάναι ὥσπερ τὴν αὐλητικὴν παντὶ τῷ δοθέντι μέλει ὀρθῶς δύνασθαι χρῆσθαι, οὕτως καὶ τὴν ἀρετὴν παντὶ πράγματι, ὑγιὲς μέν ἐστιν, προσδιασταλτέον δέ, ὡς οὔτε ἡ αὐλητικὴ ἄνευ τῶν οἰκείων ὀργάνων δυνατὴ ποιῆσαι τοῦτο, οὐθ᾿ ἡ ἀρετή, ἀλλὰ μόνης μὲν αὐτῆς τὸ ἔργον ἐστὶ τοῦτο, οὐ μὴν χωρίς γε τῶν εἰς αὐτὸ συνεργῶν. ἔτι οὐκ, ἐπεὶ πᾶσιν τοῖς πράγμασιν καλῶς χρῆται, ἤδη καὶ ἡ παντὸς χρῆσις εὐδαιμονική, ἀλλ᾿ ἡ τῶν βουλητῶν τοιάδε χρῆσις. ἔστι δέ τινα καὶ ἀβούλητα τῷ σπουδαίῳ προσπίπτοντα, οἷς εὖ μὲν καὶ αὐτοῖς χρῆται, οὐ μὴν περὶ ταῦτα ἐνέργεια αὐτῷ καὶ ἡ τοιάδε χρῆσις τῶνδε εὐδαιμονική.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
