# De anima libri mantissa 15-26

Alexander of Aphrodisias, De anima libri mantissa, 15 to 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/15

καὶ γὰρ ἐν ταύταις, τὸ μέν ἐστιν ὑποκείμενον, τὸ δὲ εἶδος, καθ᾿ ὃ καὶ ἕκαστον αὐτῶν ἐστι τόδε τι, τὸ μὲν ὕδωρ, τὸ δὲ ἀήρ, τὸ δὲ ἄλλο τι | μένης τῆς ψυχῆς ἐν τῇ πρὸς τὸ σῶμα μίξει τὸ ζῷον γίνεται. εἰ δὲ κατὰ μηδέτερον τῶνδε τῶν τρόπων τὸ ζῷον οὐσία σύνθετος, κατὰ τὸν τρίτον λείπεται ἄρα. ἦν δ᾿ οὗτος, καθ᾿ ὃν ἦν τοῦ συγκειμένου τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δὲ εἶδος. οὐ γὰρ δὴ ὡς οἱ ἀριθμοί· ἀσώματον γὰρ τὸ ἐκ τούτων, τὸ δὲ ζῷον οὐ τοιοῦτον. τὸ ἄρα ζῷον, συγκείμενον ἐκ ψυχῆς τε καὶ σώματος, τῷ τὸ μὲν ὑποκείμενον τούτων εἶναι, τὸ δὲ εἶδος ἐκ τούτων ἔχει τὴν σύνθεσιν. λείπεται δὴ ἢ τὸ σῶμα τῆς ψυχῆς εἶδος εἶναι, ἢ τὴν ψυχὴν τοῦ σώματος. ἀλλὰ τὸ μὲν σῶμα τῆς ψυχῆς εἶδος λέγειν ἀδύνατον· ὑποκείμενον γὰρ τὸ σῶμα. ἔτι καὶ ἕκαστον τῶν ὄντων τόδε τι κατὰ τὸ εἶδός ἐστιν, οἶον ἀνδριάς, οἰκία, ναῦς, πῦρ, ὕδωρ, γῆ. καὶ τὸ ζῷον δὲ κατὰ τὴν ψυχὴν ζῷόν ἐστι. ὥστε ἡ ψυχὴ τὸ εἶδος.// ἔτι εἰ τοῦτό ἐστιν εἶδος, οὗ μηκέτι παρόντος μηδ᾿

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
