# De anima libri mantissa 16-4-28

Alexander of Aphrodisias, De anima libri mantissa, 16 to 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/16-4

καὶ μὴν τὰ ποιητικὰ αἴτιά τινος ἕνεκεν ποιεῖ τὰ γιγνόμενα πρὸς αὐτῶν, καὶ ἔστιν αὐτοῖς ὡρισμένον τι τέλος προκείμενον, ὥσπερ ἢ τε φύσις καὶ ἡ τέχνη καὶ ἡ προαίρεσις, οὐδενὶ δὲ τούτων ταὐτὸν οὔτε τὸ αὐτόματον οὔτε ἡ τύχη. ἄλλο γάρ τι παρὰ ταῦτα τούτων ἑκάτερον εἶναι δοκεῖ. καὶ τὰ μέν ἐστιν ὡρισμένα, καὶ ἐφ’ ὡρισμένον ἄγει τι, ἄστατον δὲ καὶ ἀόριστον τὸ τῆς τύχης. εἰ δὴ δοκεῖ μὲν αἴτιά τινων εἶναι, μηδενὶ δέ ἐστι τῶν αἰτίων ταὐτά, κινδυνεύει ἢ μηδ’ ὅλως εἶναι, ἢ ἄλλος τις αἰτίων τρόπος ζητητέος. μηδὲ ὅλως μὲν οὖν λέγειν εἶναι αὐτὰ ἄτοπον, πράγματα τοσαύτην ἰσχὺν ἐν τοῖς οὖσιν ἔχειν πεπιστευμένα, ἄλλος δέ τίς ποτ’ ἂν εἴη παρὰ τοὺς προειρημένους τρόπους αἰτίων; μήποτ’ οὖν, ἐπεὶ τῶν αἰτίων τὰ μέν ἐστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός (ἔστι γάρ τινα καὶ κατὰ συμβεβηκὸς αἴτια· τὸ γὰρ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ τινὸς συμβεβηκὸς κατὰ συμβεβηκὸς αἴτιον, καὶ αὐτὸ τοῦτο προηγουμένως ἦν αἴτιον, ᾧ τοῦτο συμβεβήκει. ὁ μὲν γὰρ ἰατρὸς αἴτιος καθ’ αὑτὸ τῆς ὑγιείας, ὁ δὲ λευκὸς κατὰ συμβεβηκός, εἰ εἴη τῷ ἰατρῷ τοῦτο συμβεβηκός· τὸ γὰρ συμβεβηκὸς τῷ ποιοῦντι ποιητικὸν αἴτιον κατὰ συμβεβηκός· ἔτι κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ποιητικὸν αἴτιον, ἰσχνότητος φέρε εἰπεῖν, ἂν τῷ ὑγιαζομένῳ τοῦτο ἢ συμβεβηκός), ἐπεὶ τοίνυν ἐστὶ τῶν αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ ἐν τοῖς καθ’ αὑτὰ αἰτίοις οὐχ οἷόν τε τιθέναι τὴν τύχην, ἐν τοῖς κατὰ συμβεβηκὸς ἂν εἴη. τὰ μὲν γὰρ ὡρισμένα οὐ κατὰ συμβεβηκὸς ἂν εἴη, τὰ δὲ κατὰ συμβεβηκὸς ἀόριστά τε καὶ ἄστατα, ὁποῖον καὶ τὸ τῆς τύχης εἶναι φιλεῖ· ἀόριστα γὰρ τὰ τῷ καθ’ αὑτὸ καὶ κυρίως αἰτίῳ συμβεβηκέναι δυνάμενα, ἃ πάντα καὶ αὐτὰ κατὰ συμβεβηκὸς αἴτια γίγνεται. ἀλλ’ εἰ κατὰ συμβεβηκὸς αἴτιον ἡ τύχη, δεῖ τινι τῶν κυρίως αἰτίων λεγομένων αὐτὴν συμβεβηκέναι.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
