# De anima libri mantissa 17-2-31

Alexander of Aphrodisias, De anima libri mantissa, 17 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/17-2

παρὰ γὰρ τὴν τούτου μῖξίν τε καὶ κρᾶσιν καὶ παρουσίαν ἡ ἀτονία τε καὶ ἀσθένεια τοῖς μὴ ἀιδίοις ἐγγιγνομένη κωλύει αὐτὰ ἀεί τε εἶναι καὶ ὁμοίως ἔχειν ἀεί. εἰ γὰρ μὴ ἦν τι τοῦ μὴ ὄντος ἐν τοῖς οὖσιν, οὐδ’ ἂν τοῦ εὖ ἐγίγνετο. εἰ δὲ παρὰ μὲν τὴν τοῦ μὴ ὄντος μῖξιν τά τε φθαρτὰ τοιαῦτ’ ἐστι, καὶ πρὸς αὐτοῖς τὰ ψευδῆ, ἔστι δέ τινα ἐν τοῖς οὖσιν φθαρτά τε καὶ φθειρόμενα καὶ ψευδῆ, ἔστιν τι τοῦ μὴ ὄντος ἐν αὐτοῖς. καὶ ἀνάπαλιν δὲ ὑγιές ἐστι ληφθέν· εἰ μή ἐστι τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, οὐκ ἔσται τινὰ τῶν ὄντων φθαρτά. ἔστιν ἄρα τὸ μὴ ὄν. εἰ δή ἐστιν τὸ μὴ ὂν ἐν τοῖς ἐν γενέσει παρεσπαρμένον καὶ μεμιγμένον, τῶν δὲ γιγνομένων αἴτιά τινα προηγεῖται οὐδ’ αὐτὰ ὄντα ἀίδια, ἔστι καὶ ἐν τοῖς αἰτίοις τι τοῦ μὴ ὄντος καὶ τοῦτ’ ἔστιν, ὃ λέγομεν κατὰ συμβεβηκὸς αἴτιον. τὸ γὰρ κατὰ συμβεβηκὸς ὂν ἐν τοῖς αὐτοῖς, ὅταν ὡς αἰτίοις ᾖ, κατὰ συμβεβηκὸς αἴτιον ἂν εἴη. ὅταν γὰρ ἐπί τινι αἰτίᾳ ἐπακολουθήσῃ τι, μὴ τοῦ τοῦτο γενέσθαι χάριν τῆς αἰτίας οὔσης, τότε τούτου τοῦ ἐπηκολουθηκότος κατὰ συμβεβηκὸς αἴτιον λέγεται τὸ προηγούμενον, τουτέστιν οὐκ αἴτιον ἄρα. ἐπακολουθῆσαν τούτῳ ἀναιτίως ἐγένετο· οὐ γὰρ δι᾿ οἰκείαν αἰτίαν. τοῦτο δὲ ἐν μὲν τοῖς ἐκτὸς αἰτίοις γενόμενον τὴν τύχην ἐποίησεν καὶ τὸ αὐτόματον, ἐν δὲ τοῖς ἐν ἡμῖν τὸ ἐφ’ ἡμῖν. αἰτία γὰρ ἐν ἡμῖν φύσις δοκεῖ καὶ ἔθος εἶναι τῆς προαιρέσεως, ἀλλά, καθόσον καὶ ἐν τούτοις ἐστὶ τὸ μὴ ὄν, κατὰ τοσοῦτον καὶ ἐν τῇ προαιρέσει. διὸ καὶ προαιρούμεθα ἔσθ᾿ ὅτε ταῦτα, ὦν ἡ αἰτία οὐ προκαταβέβληται ἐν ἡμῖν δι’ ἀσθένειαν καὶ ἀτονίαν τῆς θνητῆς φύσεως· ἀεὶ γὰρ ἂν ὁμοίως ἐπὶ τοῖς αὐτοῖς ἐκινούμεθα.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
