# De anima libri mantissa 18-2-28

Alexander of Aphrodisias, De anima libri mantissa, 18 to 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/18-2

ἡ μὲν γὰρ ἀλλοίωσις κίνησίς ἐστιν καὶ ἐν χρόνῳ γίνεται καὶ κατὰ μεταβολήν, τὸ δὲ διαφανὲς οὐχ οὕτως τὸ φῶς καὶ τὰ χρώματα δέχεται, ὡς ἠλλοιῶσθαι καὶ ταῦτα, ἀλλ᾿ ἔστιν οὕτως λεγόμενον πάσχειν τὸ διαφανές, ὡς εἰ καὶ τὸν δεξιὸν γενόμενόν τινος πεπονθέναι λέγοι τις μήτε κινηθέντα αὐτὸν μήτε τι πάθος ἀναδεξάμενον ἐν αὐτῷ. τοιαύτη γὰρ καὶ ἡ τοῦ διαφανοῦς τροπὴ κατά τε τὸ φῶς καὶ τὰ χρώματα· τῇ γὰρ τοῦ φωτίζοντος ἢ κεχρωσμένου παρουσίᾳ τοιοῦτον τὸ διαφανὲς γίνεται, ὡς καὶ τῇ τοῦ ἐξ ἀριστερῶν παραστάντος σχέσει ὁ δεξιός· σημεῖον δὲ τοῦ τοῦτον ἔχειν τὸν τρόπον, ὅτι ὡς ὁ δεξιὸς παύεται δεξιὸς ὢν μεταστάντος τοῦ ἀριστεροῦ, οὕτως καὶ τὸ φῶς παύεται μεταστάντος τοῦ φωτίζοντος, ὁμοίως δὲ καὶ τοῦ ὁρᾶσθαι πεφυκότος παύεται τοιοῦτον εἶναι ὡς οὐδὲν πάθος ἀναδεξάμενον κατὰ τὴν ἐν αὐτῷ μεταβολήν, ἀλλὰ γενομένης αὐτῷ τῆς δοκούσης ἀλλοιώσεως κατὰ σχέσιν. καὶ ἔοικεν καὶ τὸ φῶς καὶ τὰ χρώματα ἐν τῷ διαφανεῖ γίνεσθαι ὥσπερ καὶ ἡ σκιὰ τρόπον τινά. ὡς γὰρ ἡ σκιὰ τῇ τοῦ ἐπισκοτεῖν πεφυκότος παρουσίᾳ ἐν τοῖς ἐπισκοτουμένοις γίνεται, οὕτως δὲ καὶ τὸ φῶς καὶ τὰ χρώματα. ἀθρόως γοῦν καὶ ταῦτα τοσοῦτον καὶ οὕτως τοῦ ἀέρος ἐπιλαμβάνει, ὅσον δύναται ἀπὸ τοῦ τοσούτου διαστήματος ἐπιλαβεῖν, ὥσπερ καὶ ἡ σκιά. καὶ ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μὴ ἀλλοίωσιν μηδὲ κίνησιν εἶναι διαφανοῦς τὸ γινόμενον· πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ πρῶτον ἐπὶ τὰ ἐγγυτέρω πρόεισιν καὶ ἐν ἐλάττονι χρόνῳ, εἶθ᾿ οὕτως ἐπὶ τὰ πορρωτέρω καὶ ἐν πλείονι, τὸ δὲ φῶς καὶ τὰ εἴδη τῶν ὁρωμένων ἀθρόως καὶ ὁμοίως ἐν παντὶ τῷ κατὰ ταῦτα διαφανεῖ γίνεται, ὥσπερ καὶ ἡ σκιὰ καὶ τὸ σκότος. καὶ γὰρ ἅμα ἐξ ἅπαντος τοῦ διαφανοῦς ἄπεισιν τὸ φῶς καὶ ἅμα ἐν παντὶ γίνεται. διὰ τοῦτο δὴ καὶ ἀχρόνως δείκνυσιν ὁ Ἀριστοτέλης γινόμενον τὸ ὁρᾶν.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
