# De anima libri mantissa 19-2-30

Alexander of Aphrodisias, De anima libri mantissa, 19 to 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/19-2

ἤτοι γὰρ περὶ τὴν ἐκλογήν ἐστι τῶν ἡδέων κατ᾿ Ἐπίκουρον, ἢ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ, ἢ τῶν ὁπωσοῦν ἄλλως οἰκείων, ἃ δεῖ ταῖς ἐνεργείαις αὐτῆς ὡς ὕλην ὑποκεῖσθαι πάντα ὡς τῇ χαλκευτικῇ χαλκόν, σίδηρον, πῦρ, ἄνθρακας. ὧν οὐδενός ἐστιν αὐτὴ ποιητική, χρῆται δὲ ὑποκειμένοις. τῶν γὰρ κατὰ φύσιν οὐχ ἡ κατὰ ἀρετὴν ἐνέργειά ἐστι ποιητική. εἰ δὴ περὶ ὑποκείμενά τινα ἡ ἐνέργεια αὐτῆς, ὧν οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς. οὐδὲ γάρ, ὥς φασιν, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχει ταῦτα, ἀλλ᾿ ἔστιν κινητικὰ τῆς ἀρετῆς καὶ τοῦ πράττειν αὐτὴν καὶ ἐνεργεῖν αἴτια. στοχάζεται γὰρ αὐτῶν ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται. ἀναιρεθήσεσθαι γοῦν φασι τὰς πράξεις αὐτοῖς τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς. οὐδὲ γὰρ οἱ αὐλοί, εἰ πρὸς τὸ εἶναι ἡμῖν συνετέλουν, διὰ τοῦτο οὐκ ἦσαν συντελοῦντες πρὸς τὸ αὐλεῖν, ἀλλὰ τὸν ὧν οὐκ ἄνευ λόγον ἐπεῖχον. οὐκ ἄῤ εἰ ἀναγκαίως ὑπάρχει τῷ ἀνθρώπῳ ταῦτα οἷς ἡ ἀρετὴ χρῆται καὶ ἄνευ αὐτῶν μή ἐστι, διὰ τοῦτο οὐ γίνεται πρὸς τὴν ἐνέργειαν τῇ ἀρετῇ συντελοῦντα ἄλλα γε ὄντα αὐτῆς. ἔτι εἰ πρὸς τὴν τῶν κατὰ φύσιν ἐκλογὴν χρεία καὶ σώματος ὑγιαίνοντος καὶ αἰσθήσεων, ἅ ἐστιν ἔξω τῆς ἀρετῆς (πῶς γὰρ ἄνευ τούτων κατὰ τρόπον ἂν τῶν κατὰ φύσιν τὴν ἐκλογὴν ποιήσαιτο; ταῦτα δὲ τῆς ἀρετῆς ἔξω), οὐκ αὐτάρκης ἡ ἀρετή, καὶ ἔτι, εἰ περὶ τὴν τῶν κατὰ φύσιν καὶ οἰκείων ἐκλογὴν ἡ ἐνέργεια τῆς ἀρετῆς καὶ περὶ τὴν ἀποικονομίαν καὶ ἔκκλισιν τῶν τούτοις ἐναντίων, δεῖ δηλονότι παρεῖναι, ἃ ἐκλέξεται. οὐ γὰρ δὴ ἀεὶ τῷ ἀνθρώπῳ ταῦτα πάρεστι.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
