# De anima libri mantissa 2-9

Alexander of Aphrodisias, De anima libri mantissa, 2 to 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/2

διότι πῦρ ἐστιν ἐν αὐτῇ), τί ποτε ἐροῦσιν ἴδιον εἶναι σώματος καὶ τίνα τὸν λόγον ἀποδώσουσιν τοῦ κοινοῦ καὶ φυσικοῦ σώματος, καθὸ σῶμα; εἰ γὰρ μή ἐστι παντὸς σώματος ἡ ἀντιτυπία μηδέ ἐστιν ὁ λόγος αὐτοῦ τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας (τοῦτο γὰρ ἴδιόν φασι τῆς γῆς), τίς ὁ τοῦ κοινοῦ σώματος λόγος; δεῖ γὰρ εἶναί τινα, εἴ γε τῶν γενῶν ἐστίν τις λόγος καὶ ἄλλος τις παρὰ τὸν τῶν εἰδῶν ἑκάστου. ταύτῃ γὰρ τὸ γένος τῶν ὁμωνύμως λεγομένων διαφέρει. ἔτι, εἰ διὰ τοῦτο ὁ ἀὴρ ἁπτός, ὅτι γῆς ἔχει, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀντιτυπίαν ἔχων πάνυ τι, διότι ἔλαττον ἔχει γῆς, τί δή ποτε, ἐπειδὰν ἀσκὸν πνεύματος πληρώσῃ τις, ἀντιτυπεῖ τότε μᾶλλον; δεήσει γὰρ αὐτοὺς λέγειν γῆς τότε πλεῖον τὸ πνεῦμα μετειληφέναι, εἴ γε παρὰ τῆς γῆς ἡ ἀντιτυπία. εἰ δέ, ὅτι μὴ χεῖσθαι δύναται συγκεκλειμένος, διὰ τοῦτο ἔχει τὴν ἀντιτυπίαν, οὐ παρὰ τὸ πλέον ἢ ἔλαττον ἔχειν γῆς τὸ ἀντιτυπὲς αὐτῷ, ἀλλὰ παρὰ τὴν οἰκείαν φύσιν. ὁ γὰρ αὐτὸς μένων ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον ἀντιτυπεῖ, ὥστε παρ᾿ ἄλλο τι ἡ ἀντιτυπία.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
