# De anima libri mantissa 29-3-39

Alexander of Aphrodisias, De anima libri mantissa, 29 to 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/29-3

ἐπεὶ οὖν δοκεῖ ποιητικὸν εἶναί τινος ἡ τύχη (τὰ γὰρ κατὰ τύχην ἀπὸ τύχης φαμὲν γίγνεσθαί τε καὶ γεγονέναι), τῶν ποιητικῶν αἰτίων τινὶ ταῦτα ὑπάρχειν ἀνάγκη, εἴ γε φυλάξει τὴν χώραν τῶν αἰτίων. ἀλλὰ μὴν τὰ κυρίως αἴτια ποιητικὰ φύσις τε καὶ τέχνη καὶ προαίρεσις. πάντα μὲν γὰρ τὰ κυρίως ὡρισμένως ποιητικὰ ἕνεκά τινος τέλους τὰ πρὸς αὐτῶν γιγνόμενα ποιεῖ, ὁρῶμεν δὲ πάντα τά τινος ἕνεκεν γιγνόμενα ὑπὸ τούτων γιγνόμενά τινος· τούτων ἄρα τινὶ συμβέβηκεν ἡ τύχη. ἐπεὶ δὲ δοκεῖ ἐν τοῖς προαιρετικοῖς εἶναι τὰ κατὰ τύχην, (ταῦτα γὰρ ἀπὸ τύχης γίγνεσθαί φαμεν, ὧν χάριν κἂν προελοίμεθά τι πρᾶξαι πρὸς τὸ τυχεῖν αὐτῶν, ἐφ’ ὧν τὴν εὐτυχίαν λέγομεν, ἢ πρὸς τὸ μὴ τυχεῖν, ὧν τὴν δυστυχίαν κατηγοροῦμεν), εἴη ἂν ἡ τύχη τοῖς κατὰ προαίρεσιν γιγνομένοις ἑπόμενον, καὶ ἐν τούτοις αἰτία κατὰ συμβεβηκός. ὅταν γὰρ πράττουσίν τι κατὰ προαίρεσιν ἡμῖν ἀπαντήσῃ μὴ τὸ προκείμενον τέλος κατὰ τὴν προαίρεσιν, ἄλλο δέ τι κατὰ συμβεβηκὸς γένηται, ἡ κατὰ προαίρεσιν γενομένη πρᾶξις αἰτία τοῦ ἀπαντήσαντός μέν, οὐ προκειμένου δέ. λέγομεν δὲ τοῦτ’ ἀπὸ τύχης γεγονέναι· τῷ γὰρ σκάπτοντι κατὰ προαίρεσιν τοῦ φυτεῦσαι χάριν ἂν ἀπαντήσῃ ἐκ τοῦ σκάπτειν θησαυροῦ τινος εὕρεσις, ἀπὸ τύχης φαμὲν τὴν εὕρεσιν τοῦ θησαυροῦ γεγονέναι· οὐκ ἀπὸ τύχης δέ, εἰ τούτου χάριν ἔσκαπτεν. τότε μὲν γὰρ ἂν ἦν οὐ κατὰ συμβεβηκὸς τὸ σκάπτειν τῆς εὑρέσεως αἴτιον, ὥσπερ οὐδὲ τὸ φυτεῦσαι, νῦν δὲ κατὰ συμβεβηκός, οὐ γὰρ τούτου χάριν ἐγίνετο. ἡ γοῦν τύχη ἐστὶ τὸ κατὰ προαίρεσιν γινόμενον, ὅταν αἴτιόν τινος γένηται κατὰ συμβεβηκός, ἀόριστον δὲ ἀεὶ αἴτιον οὕτως τό τινος χάριν γιγνόμενον γίγνοιτο, καὶ εἴη ἂν ἡ τύχη αἰτία κατὰ συμβεβηκός· οὐχ ἁπλῶς δέ, ἀλλ’ ἐν τοῖς ποιητικοῖς τοῖς ἕνεκά του γιγνομένοις, καὶ τούτων ἐν τοῖς κατὰ προαίρεσιν.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
