# De anima libri mantissa 34-2-50

Alexander of Aphrodisias, De anima libri mantissa, 34 to 50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/34-2

τελειότης δὲ τοῦ δυνάμει παντὸς τὸ ἐνεργείᾳ γενέσθαι τοῦθ᾿ ὃ ἦν δυνάμει, καὶ ἔστιν τὸ ζῷον οὐκ ἐν τῷ ἐνεργεῖν, ἀλλ᾿ ἐν τῷ δύνασθαι. καὶ γὰρ κοιμώμενοι ζῶσιν. ὀρεγόμενος ἄρα τοῦ ἐνεργείᾳ εἶναι ὀρέγοιτ᾿ ἂν τῆς οἰκείας τελειότητος. ἀγαθὸν δ᾿ ἑκάστῳ τοῦτο, ὥστε τούτου ὀρεγόμεθα. ἀκολουθεῖ δὲ τοῖς τιθεμένοις πρῶτον οἰκεῖον τὸ εἶναι καὶ ζῆν κατ᾿ ἐνέργειαν γειαν καὶ τὸ ἡδονὴν εἶναι λέγειν τὸ πρῶτον οἰκεῖον καὶ τὸ ἀγαθόν. ἀλλὰ καὶ τὸ τέλος συνᾴδει τούτῳ. τὸ γὰρ ἐνεργεῖν κατὰ τὸν νοῦν καὶ τὸ ἐνερ γείᾳ νοητὸν εἶναι τὸ τέλος ἐστίν, ὃ ἤρτηται ἐκ τοῦ οἰκειῶσθαι ἡμᾶς πρὸς τὸ κατὰ δύναμιν. τελειωθεὶς δὲ ὁ ἄνθρωπος ἐν τῷ νοητικὸς εἶναι τὸ εἶναι ἔχει. δεῖται δὲ τὸ λεγόμενον διαρθρώσεως καὶ διορισμοῦ, πότερον γὰρ ὡς πάσης τῆς ἀπὸ τοῦ ζῆν ἐνεργείας ἡδείας οὔσης εὐθὺς τῷ γενέσθαι ὀρεγόμεθα αὐτῆς ἡμεῖς, ἢ οὐ πάσης, ἴσως γὰρ οὐ τῆς ἀρίστης, αὕτη γὰρ τελική τε καὶ ἐσχάτη. ἢ λέγουσιν τῇ καθό ἐσμεν; ἐσμὲν δὲ τότε αἰσθητικοί (ὥστε τῆς κατ᾿ αὐτάς), ὕστερον δὲ λογικοί. ἐν δὲ τῷ δεκάτῳ τῶν Νικομαχείων λέγει· ἑκάστῳ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια. αὗται μὲν αἱ περὶ τοῦ πρώτου οἰκείου δόξαι κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου. διαρθρώσεως δὲ ἐπιμελεστέρας ὁ τόπος δεῖται. ἐπεὶ γὰρ διττὸν τὸ τέλος, ὥς φησιν Ἀριστοτέλης, τὸ μὲν ὅ, τὸ δὲ ᾧ, τὸ μὲν ὃ ὡς ἡ εὐδαιμονία (τοῦτο γὰρ πάντων ἔσχατον καὶ μέγιστον τῶν ἀγαθῶν καὶ σκοπός), τὸ δὲ ἡμῖν (τελικώτατον γὰρ ἡμῖν τοῦτο τὸ ἡμῖν τὴν εὐδαιμονίαν περιγενέσθαι), καὶ ὡς μὲν πρὸς τὰ πράγματα ἡ εὐδαιμονία τέλος καὶ σκοπός, ὡς δὲ πρὸς ἡμᾶς ἡμεῖς εὐδαιμονοῦντες. διττοῦ τοίνυν τοῦ τέλους ὄντος, δεῖ καὶ περὶ τὰς ἀρχὰς διφυΐαν τινὰ εἶναι, ἑκάστης ἀρχῆς κατὰ τὴν συνέχειαν τῶν ὀρεκτῶν ἐπὶ τὸ οἰκεῖον τέλος ἀγούσης. ἔστιν οὖν ὥς φαμεν καὶ τὸ πρῶτον ὀρεκτὸν σύνθετον.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
