# De anima libri mantissa 54-4-61

Alexander of Aphrodisias, De anima libri mantissa, 54 to 61. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima-libri-mantissa/54-4

καὶ γὰρ τούτῳ ἡ φυσικὴ τῆς τροφῆς ὄρεξις τῆς σωτηρίας αἰτία, οὐκ ἐλθόντι τοῦ σωθῆναι χάριν. τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων, ἔσται τε οὕτως τὸ αὐτὸ τῷ μὲν ἀπὸ τύχης, τῷ δ’ οὔ, ὅταν ὁ μὲν αὐτοῦ γινώσκῃ τὴν αἰτίαν, ὁ δὲ ἀγνοῇ. προσέτι τε ἐπεὶ πλείω τοῦ αὐτοῦ αἴτια, εἴ γε τετραχῶς, ὧν τὰ μὲν ἐνδέχεταί τινας εἰδέναι, τὰ δὲ μή. τὸ αὐτό τι ἅμα τῷ αὐτῷ καὶ ἀπὸ τύχης καὶ οὐχὶ ἀπὸ τύχης ἔσται, ἂν τὰ μέν τινα τῶν αἰτίων αὐτοῦ γνωρίζῃ, τὰ δὲ ἀγνοῇ· οὐ γὰρ διώρισται παρὰ τὴν ποτέρου τῶν αἰτίων ἄγνοιαν ἡ τύχη. εἰ γὰρ λέγοιεν μὴ τήν τισιν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι. εἰ γὰρ τοῦτο διορίζειν βουλόμενοι λέγοιεν τὴν ἄδηλον τοῖς ἀνεπιστήμοσιν αἰτίαν τύχην, ἔσται κατὰ τοῦτον τὸν λόγον καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας γινόμενα τοῖς ἀνεπιστήμοσίν τε καὶ ἀτέχνοις ἀπὸ τύχης. οὔτε γὰρ ὁ μὴ τέκτων οἶδεν τῶν τεκτονικῶν τὴν αἰτίαν, οὐθ’ μὴ μουσικὸς τῶν μουσικῶν, οὔτε ἄλλος τις ἄτεχνος τὰ τῆς τέχνης· ἐν γὰρ τῷ τὰς αἰτίας εἰδέναι τῶν γιγνομένων κατὰ τέχνην ἡ τέχνη.

---

Alexander of Aphrodisias, De anima libri mantissa, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg011.local001/.
