# De anima 11.1

Alexander of Aphrodisias, De anima, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/de-anima/11.1

Ὅτι μὲν οὖν πλείους αἱ τῆς ψυχῆς δυνάμεις, δῆλον ἐκ τῶν εἰρημένων, ὅτι δ’ οὐκ ἄπειροι, καὶ τοῦτο δῆλον ἐκ τοῦ μηδὲν μὲν μάτην ποιεῖν τὴν φύσιν, μάτην δὲ λέγεσθαι τὴν τῶν δυνάμεων ἀπειρίαν, εἴ γε μὴ οἷόν τέ ἐστι ζῷόν τι κατὰ ἀπείρους δυνάμεις ἐνεργεῖν. ἔτι ὡς τὰ τοῦ σώματος τοῦ ἔχοντος τὴν ψυχὴν μόρια πεπερασμένα, εὔλογον καὶ τὰ τῆς ἐν αὐτῷ ψυχῆς. ἔτι πάντα ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ἀεὶ τὸ πρῶτον ἐπὶ τὸ δεύτερον ἔχει τὴν ἀναφοράν. ἡ δὲ ψυχὴ φύσις καὶ φύσει τε καὶ τάξις τίς ἐστι τῶν ἐν αὐτῇ δυνάμεων. ἔστιν ἄρα τις ἐν αὐταῖς τελευταία, ἧς χάριν αἱ πρὸ αὐτῆς. ἀναιρεθήσεται γὰρ τὸ τὴν φύσιν ἕνεκά του ποιεῖν πάντα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος εἴη τῶν τῆς ψυχῆς δυνάμεων· ἐπεὶ δὲ πλείους τε αἱ τῆς ψυχῆς δυνάμεις καὶ πεπερασμέναι, ἐπισκεπτέον, πόσαι τε καὶ τίνες. ἐπεὶ γάρ, ὡς ἤδη προείρηται, τῶν ἐχόντων ἐν αὐτοῖς τὸ πρῶτόν τε καὶ δεύτερον καὶ τὸ ἀτελέστερόν τε καὶ τελειότερον οὐχ οἷόν τε διά τινος κοινοῦ λόγου τὴν οὐσίαν ἀκριβῶς τε καὶ προσεχῶς παραστῆσαι τῷ μάλιστα μὲν ἐν τοῖς τελειοτέροις διασημαίνεσθαι τὴν τοῦ πράγματος φύσιν, τὸν δὲ κοινὸν λόγον μὴ δύνασθαι τούτων εἶναι δηλωτικὸν τῷ μηκέτ’ ἐφαρμόζειν τὸν τοιοῦτον λόγον τοῖς ἀτελεστέροις, οὕτως δὲ μηδὲ κοινὸν ἔτι μένειν (τῶν τοιούτων δὲ καὶ ἡ ψυχή· εἰσὶν γὰρ τῶν τῆς ψυχῆς δυνάμεων αἱ μὲν πρῶταί τε καὶ ἁπλούστεραι, διὰ τοῦτο δὲ καὶ ἀτελέστεραι, αἱ δὲ μετὰ ταύτας καὶ ἐπὶ ταῖσδε πάλιν ἄλλαι, καὶ οὕτως ἔχουσι πρὸς ἀλλήλας ἅπασαι, ὡς τὴν μὲν πρώτην δύνασθαι χωρίζεσθαι τῶν μετ’ αὐτάς, τὰς δὲ ὑστέρας ἄνευ τῶν πρώτων εἶναι μὴ δύνασθαι· γίνεται δὲ ἡμῖν ὡς προεῖπον ὁ λόγος περὶ ψυχῆς τῆς τῶν ἐν γενέσει καὶ φθορᾶ· ταύτης γὰρ καὶ ὁ προειρημένος ὁρισμός· ἡ γὰρ τῶν θεῶν ψυχή, εἰ καὶ ταύτην δεῖ ψυχὴν καλεῖν, ὁμωνύμως ἂν ταύτῃ ψυχὴ λέγοιτο), ἀναγκαῖον τῷ περὶ ψυχῆς λέγοντι περὶ ἑκάστης δυνάμεως αὐτῆς ἰδίᾳ ποιήσασθαι τὸν λόγον. τῆς δὴ ψυχῆς τῆς τῶν ἐμψύχων τῶν ἐν γενέσει τε καὶ φθορᾷ πρώτη μέν ἐστιν ἡ θρεπτική, ᾗ συνέζευκται ἥ τε αὐξητικὴ καὶ ἡ γεννητική. ταύτῃ γὰρ τῇ δυνάμει πρώτῃ τὸ ἔμψυχον τοῦ ἀψύχου χωρίζεται. ζῆν γοῦν ἤδη τῶν ταύτην ἐχόντων τὴν δύναμιν κατηγοροῦμεν, ὃ διὰ ψυχῆς παρουσίαν γίνεται. καὶ ἔστι τὸ ζῆν πᾶσιν τοῖς ἐμψύχοις, οὐ τοῖς φυτοῖς μόνον παρὰ τῆς θρεπτικῆς δυνάμεως, ὡς τοῖς αἰσθανομένοις τὸ αἰσθάνεσθαι παρὰ τῆς αἰσθητικῆς. ἀποθνήσκει τε γὰρ τὰ ζῶντα ἐξ ἀνάγκης ταύτης τῆς δυνάμεως στερηθέντα καὶ ζῇ πάντα ταύτης κεκοινωνηκότα, καὶ ὅσα πλείους δυνάμεις ἔχει τῇ τοῦ πρώτου ζῇ παρουσίᾳ. διὸ καὶ τὸ ζῆν ὁριζόμεθα τῇ δι’ αὐτοῦ τροφῇ τε καὶ αὐξήσει. δευτέρα δὲ ψυχὴ ἡ αἰσθητική τε καὶ ὁρμητική, ἔτι δὲ ἥ τε ὀρεκτικὴ καὶ φανταστική, αἵτινες αὐταὶ μὲν οὐχ οἶαί τε ἔν τινι χωρὶς τῆς θρεπτικῆς γενέσθαι, ἡ μέντοι θρεπτικὴ καὶ χωρὶς τούτων ὑφίσταται. τοιαύτη γὰρ ἡ τῶν φυτῶν. ὅσα δὲ τὴν αἰσθητικὴν ἔχει (ταῦτα δέ ἐστι τὰ ζῷα· ταύτῃ γὰρ τῇ δυνάμει τὸ ζῷον ὁρίζεται), ταῦτα ἐξ ἀνάγκης ἔχει καὶ τὴν θρεπτικήν. ἀλλὰ καὶ οἷς ἡ ὀρεκτική τε καὶ φανταστική, τούτοις καὶ ἡ αἰσθητικὴ συνέζευκται. καὶ γὰρ τῇ αἰσθητικῇ πάλιν ἢ τε ὀρεκτικὴ καὶ ἡ φανταστική. καὶ οἷς δὲ ἡ ὁρμητική τε καὶ κατὰ τόπον κινητική, τούτοις καὶ ἡ φανταστική τε καὶ ἡ αἰσθητική. πᾶν μὲν γὰρ τὸ κατὰ τὴν ἐν αὐτῷ ψυχὴν κατὰ τόπον τε καὶ μεταβατικῶς κινούμενον καὶ φανταστικὸν καὶ αἰσθητικὸν καὶ θρεπτικόν ἐστιν ἐξ ἀνάγκης. οὐ μὴν πᾶν τὸ φανταστικόν τε καὶ αἰσθητικὸν ἤδη καὶ μεταβατικῶς κινητικόν. ἔσχατον δὲ εἶδος ψυχικῶν δυνάμεων, ὃ λογικὸν μὲν κοινῶς καλεῖται, εἰσὶν δὲ ἐν αὐτῷ δυνάμεις ἥ τε βουλευτικὴ καὶ δοξαστική, καὶ ἡ ἐπιστημονική τε καὶ νοητική, αἰ καὶ τελειόταται τῶν τῆς ψυχῆς εἰσι δυνάμεων τῷ τε τὸ τιμιώτερον ἐν αὐταῖς ἔχειν καὶ τῷ τὴν ἔχουσαν τάσδε τὰς δυνάμεις ψυχὴν καὶ τὰς ἄλλας ἁπάσας δυνάμεις αὐτῆς ἔχειν, οὐ πασῶν τῶν ἐκείνας ἐχουσῶν καὶ τούτων κοινωνεῖν δυναμένων. διὰ τοῦτο γὰρ καίτοι πολλῶν οὐσῶν τῶν ψυχικῶν δυνάμεων. ἐν οἷς ἡ λογικὴ δύναμίς ἐστι, μία ἡ ἐξ ἁπασῶν ψυχή, ὅτι μηδεμία τῶν ὑστέρων δυνάμεων ἄνευ τῆς πρὸ αὐτῆς οἵα τε εἶναι, ἀλλ’ εἰσὶν ὡς μέρη τῆς αὐτῆς ἅπασαι προστιθεμένων ταῖς πρώταις τῶν δευτέρων καὶ διὰ τοῦτο αὔξησίν τε καὶ ἐπίδοσιν τῶν πρώτων λαμβανουσῶν. κατὰ δὲ τὴν προειρημένην τῶν ψυχῶν τε καὶ ψυχικῶν δυνάμεων διαφορὰν γίνεταί τις καὶ τῶν ἐμψύχων κοινοτέρα διαίρεσις, καθ’ ἣν λέγομεν τῶν ψυχὴν ἐχόντων τὰ μὲν εἶναι φυτά, τὰ δὲ ζῷα, καὶ τῶν ζῴων τὰ μὲν λογικά, τὰ δὲ ἄλογα. ὅσα μὲν γὰρ πάσας τὰς προειρημένας δυνάμεις ἔχει, ταῦτα λογικά τε καὶ τέλεια ἀπὸ τῆς κυριωτάτης τῶν ἐν αὐτοῖς δυνάμεων καλούμένα. τοιοῦτο δὲ ὁ ἄνθρωπος ζῷον μόνον. τὰ δὲ λόγου μὲν μὴ κεκοινωνηκότα, αἴσθησιν δὲ ἔχοντα, ἄλογα ζῷα πάντα, τά τε πρὸς τῇ αἰσθήσει καὶ τὴν κατὰ τόπον κινητικὴν ἔχοντα καὶ τὰ χωρὶς ταύτης ἐκείνην, κατὰ ἀπουσίαν καὶ στέρησιν τῆς κυριωτάτης δυνάμεως οὕτως καλούμενα. ὅσα δὲ ὑπὸ τῆς θρεπτικῆς τε καὶ γεννητικῆς μόνης διοικεῖται δυνάμεως, φυτὰ ταῦτα. οὔσης τοίνυν τοιαύτης τῆς ψυχῆς, καὶ διὰ τοῦτο μὴ δυναμένης ὑπὸ τοῦ κοινοῦ λόγου δηλωθῆναι γνωρίμως, ἀναγκαῖον τοῖς περὶ ψυχῆς λέγουσιν ἰδίᾳ περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ὁποία τις ἐστιν ἡ οὐσίχ εααὶ ἡ φύσις αὐτῆς φορθήσεται. ἔσται δὲ ἡμῖν ὁ περὶ αὐτῶν λόγος μέχρι τοῦ τήν τε φύσιν ἑκάστης αὐτῶν ἐνδείξασθαι καὶ τὰς διαφορὰς τῶν δυνάμεων. τὰ γὰρ περὶ ἑκάστης αὐτῶν ἀπορεῖσθαί τε καὶ ζητεῖσθαι δυνάμενα πλείονος σχολῆς δεόμενα οὐκ ἂν εἴη τῆς προκειμένης οἰκεῖα πραγματείας· πρὸς γὰρ τὸ γνωρίμως παραστῆσαι τὴν τῆς ψυχῆς φύσιν ἐμποδῶν ἡ τῶν περὶ ἑκάστης δυνάμεως αὐτῆς εἰρημένων τε καὶ ἠπορημένων ἐπικύκλησις. οὐκ ἐπεὶ μέρη δὲ τῆς ψυχῆς λέγομέν τινα, ἤδη καὶ μέγεθος αὐτὴν ποιοῦμεν. οὐ γὰρ πᾶν τὸ μέρη ἔχον ἀναγκαῖον εἶναι μέγεθός τι. οὐδὲ γὰρ ὁ ἀριθμὸς μέγεθος καίτοι συγκείμενος ἐκ μερῶν. ἡ δὲ ψυνὴ οὐ μόνον οὐχ ὡς μέγεθος, ἀλλ’ οὐδὲ ὡς ἀριθμός ἐστι μεριστή. οὐ γὰρ εἰς ἃ διαιροῦμεν αὐτήν, ὡς ἐκ τούτων κεχωρισμένων συγκειμένην διαιροῦμεν, ἀλλὰ τῇ τῶν δυνάμεων ὧν ἔχει καταριθμήσει καὶ τῇ τῶν διαφορῶν αὐτῶν εὑρέσει τὴν διαίρεσιν αὐτῆς ποιούμεθα, ὡς ἂν εἰ τὸ μῆλόν τις διαιροίη εἴς τε εὐωδίαν καὶ εἰς εὖχροιαν καὶ εἰς σχῆμα καὶ εἰς χυμόν. ἡ γὰρ τοιαύτη τοῦ μήλου διαίρεσις οὔτε ὡς σώματος γίνεται, εἰ καὶ ὅτι μάλιστα σῶμα τὸ μῆλον, οὔτε ὡς ἀριθμοῦ. ἐπεὶ τοίνυν τὸ ζῆν τῷ ζῶντι παντὶ ψυχῆς παρουσίᾳ, τὰ δὲ φυτὰ ζῇ, τὰ φυτὰ ψυχὴν ἂν ἔχοι καὶ εἴη ἂν αὐτῶν ψυχὴ ἡ δύναμις. καθ’ ἣν ζῇ. ζῇ δὲ καθὸ τρέφεταί τε καὶ αὔξεται, ἡ θρεπτικὴ ἄρα καὶ ἡ αὐξητικὴ δύναμις ἐν αὐτοῖς ψυχή τε καὶ εἶδος τῶν φυτῶν. πᾶν γὰρ σύνθετον εἶναί τε καὶ ἐνεργεῖν λεγόμενον καθ’ ἑκάτερον τῶν ἐν τῇ συνθέσει, καθὸ μὲν πρῶτόν ἐστί τε ὅ ἐστι καὶ ἐνεργεῖ τὰς οἰκείας ἐνεργείας, τοῦτο ἕξις τε καὶ εἶδός ἐστιν αὐτοῦ, καθὸ δὲ δεύτερον, τοῦτο ἐν αὐτῷ ὕλη τε καὶ ὑποκείμενον ἐκείνῳ, καὶ ἔστι τὸ μέν, καθ’ ὃ δεύτερόν ἐστί τι, τὸ δεδεγμένον ἐν αὐτῷ, τὸ δέ, καθ’ ὃ πρῶτον, ὃ τοῦτο δέδεκται. οἶον τὸ ὑγιαῖνον ζῷον, ἐξ ὑγιείας καὶ σώματος συγκείμενον, λέγεται μὲν ὑγιαίνειν καὶ τῇ ὑγιείᾳ, λέγεται δὲ καὶ τῷ σώματι, καὶ ἔστιν ἡ μὲν ὑγίεια ἡ ἕξις τε καὶ τὸ εἶδος ὃ δέδεκται τὸ σῶμα, τὸ δὲ σῶμα, καθὸ δευτέρως ὑγιαίνει, ἡ ὕλη τε καὶ τὸ ὑποκείμενον καὶ δεδεγμένον τὴν ὑγίειαν. εἰ δὴ καὶ ἐπὶ τοῦ ζῆν τὰ ζῶντα συγκείμενα ἔκ τε ψυχῆς καὶ σώματος ἀμφοτέροις ζῆν λεγόμενα τῇ τε ψυχῇ καὶ τῷ σώματι πρώτῃ μὲν τῇ ψυχῇ ζῇ, δευτέρῳ δὲ τῷ σώματι, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον, ὅτι ἡ μὲν ψυχὴ εἶδός τε τοῦ σώματος καὶ ὃ δέδεκται τὸ τοιόνδε σῶμα, τὸ δὲ σῶμα ὕλη τε τῆς ψυχῆς καὶ τὸ δεδεγμένον.//καὶ ἡ θρεπτικὴ ἄρα ψυχὴ εἶδος τοῦ ἔχοντος αὐτὴν σώματος. ὅτι γὰρ ἡ ψυχὴ τοῦτο καὶ οὐχ πλῶς φύσις, δῆλον ἐκ τοῦ μηδὲν τῶν ἄλλων ζῆν, ἃ ὡμολόγηται φύσιν ἔχοντα μὴ ἔχειν ψυχήν. οὐδὲν γὰρ τῶν ἁπλῶν σωμάτων ζῆν λέγεται, ὡς τοῦ ζῆν λεγομένου κατὰ ψυχῆς παρουσίαν. πάντα γοῦν τὰ ψυχὴν ἔχοντα ζῇ καὶ οὐδὲν ζῇ τῶν μὴ ψυχὴν ἐχόντων. ἔτι δὲ εἰ αἱ δυνάμεις, καθ’ ἃς τὰ σπέρματα ἐνεργεῖ, συγγενεῖς καὶ οἰκεῖαι τοῖς, ἀφ’ ὧν τὰ σπέρματα, καθ’ ἃς δυνάμεις ἐνεργεῖ τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα, εἶεν ἂν αὗται ψυχικαί. ἀλλὰ μὴν κατὰ πρώτην τὴν θρεπτικὴν δύναμιν ἐνεργεῖ πάντα τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα. ψυχικὴ ἄρα ἡ δύναμις ἡ θρεπτικήρ.// ἐπεὶ τοίνυν ψυχή τε ἡ θρεπτικὴ δύναμις καὶ πρώτη τῶν τῆς ψυχῆς δυνάμεων, περὶ ταύτης πρῶτον ῥητέον καὶ τὴν οὐσίαν αὐτῆς καὶ τὴν φύσιν δεικτέον, ἥτις ποτέ ἐστι. συνέζευκται δὲ τῷ περὶ τῆς θρεπτικῆς ψυχῆς λόγῳ καὶ ὁ περὶ τῆς γεννητικῆς. τῆς γὰρ θρεπτικῆς ψυχῆς οἰκεῖα ἔργα ὥσπερ τὸ θρέψαι τε καὶ αὐξῆσαι, οὕτως δὲ καὶ τὸ γεννῆσαι ὅμοιον τῷ σπείραντι. τῶν γὰρ ζώντων ὅσα τέλειά ἐστι καὶ μὴ πηρώματα, ὡς οἱ εὐνοῦχοι, μηδὲ τὴν γένεσιν αὐτομάτην ἔχει, ἔργον τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ἵνα τοῦ ἀεὶ εἶναι καὶ τῆς πρὸς τὸ θεῖον ὁμοιότητος ὡς δύναται πάντα μετέχῃ. πάντα γὰρ τὰ κατὰ φύσιν συνεστῶτα ἐκείνου ἐφίεται καὶ πάντα πράττει κατὰ φύσιν ἐκείνου χάριν. ἀλλὰ μὴν ψυχὴ αἰτία τῷ ἐμψύχῳ τοῦ πράσσειν τὰ κατὰ τὴν αὐτοῦ φύσιν. ἂν δὲ τῶν ὑπὸ τοῦ ἐμψύχου κατὰ φύσιν γινομένων καὶ ἡ τοῦ αὐτῷ ὁμοίου γένεσις. καὶ γὰρ τὰ φυτὰ καὶ τῶν ζῴων ὅσα μὴ πεπήρωται κατὰ τὴν οἰκείαν φύσιν ὁμοίων αὐτοῖς ἐστι γεννητικά. ψυχικὴ ἄρα καὶ ἡ δύναμις ἡ γεννητική. ἀλλὰ μὴν τὰ φυτὰ μόνην τὴν θρεπτικὴν ψυχὴν ἔχοντα πρὸς τῷ τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ τὸ γεννᾶν ἔχει. τῆς θρεπτικῆς ἄρα δυνάμεώς τε καὶ ψυχῆς μόριον καὶ τὸ γεννητικόν. κοινὸς οὖν ἡμῖν ὁ περὶ ἀμφοτέρων λόγος. ἐπεὶ δὲ ἐν πᾶσιν ἡ τῶν ἀσαφεστέρων γνῶσις διὰ τῶν σαφεστέρων γίνεται, καὶ ἐπὶ τῶν προκειμένων οὕτω χρὴ ποιεῖν. καὶ ἐπεὶ αἱ κατὰ τὰς τῆς ψυχῆς δυνάμεις ἐνέργειαι σαφέστεραι τῶν δυνάμεων, ἀφ’ ὧν ἐνεργοῦνται, τὸ αἰσθάνεσθαι τῆς αἰσθήσεως καὶ τὸ τρέφεσθαι τῆς θρεπτικῆς δυνάμεως, ἀρκτέον ἀπὸ τοῦ τρέφεσθαι. καὶ γὰρ πρὸς τῷ γνωριμώτερον εἶναι καὶ πρῶτόν ἐστι κατὰ τὸν λόγον τῆς δυνάμεως ἀφ’ ἧς γίνεται. ταῦτα γὰρ πρῶτα τῷ λόγῳ, ἃ ἐν τῷ οἰκείῳ λόγῳ περιέχει τινὰ ὧν οὐκέτ’ αὐτὰ ἐν τῷ λόγῳ παραλαμβάνεται. οὕτως δὲ ἔχει καὶ τὸ τρέφεσθαι πρὸς τὴν δύναμιν τὴν θρεπτικήν. τῷ μὲν γὰρ τρεφομένῳ τὸ τρέφεσθαι ἀπὸ τῆς δυνάμεως τῆς θρεπτικῆς. οὐ μὴν ἡ δύναμις ἡ θρεπτικὴ πρὸς τὸ εἶναι δεῖται τῆς ἐνεργείας. τὰς μὲν γὰρ ἀπὸ τῶν ἕξεων γινομένας ἐνεργείας ἀδύνατον εἶναι χωρὶς τῶν ἕξεων, αἱ δὲ ἕξεις καὶ χωρὶς τῶν ἐνεργειῶν εἶναι δύνανται. ἀλλὰ μὴν τὸν περὶ τοῦ τρέφεσθαι λέγοντα δεῖ πρῶτον περὶ τροφῆς εἰπεῖν. ἀδύνατον γὰρ γνώριμον γενέσθαι τὸ τρέφεσθαι ἀγνοουμένης τῆς τροφῆς, τὸ τρεφόμενον τρέφεται. ἡ δὲ αὐτὴ τῆς ζητήσεως τάξις εἴη ἂν καὶ ἐπὶ τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων. καὶ γὰρ ἐπ’ ἐκείνων αἱ ἐνέργειαι τῶν ἕξεων γνωριμώτεραι. συνέζευκται δὲ τῷ τῶν ἐνεργειῶν λόγῳ καὶ ὁ τῶν περὶ ἃ αἱ ἐνέργειαι λόγος. δεῖ ἄρα τῷ μέλλοντι δεικνύναι, τίς ποτέ ἐστιν ἡ θρεπτικὴ ψυχή, πρῶτον εἰπεῖν περὶ τροφῆς.

---

Alexander of Aphrodisias, De anima, ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg010.local001/.
